Ancient Greek · ~6 min
Book 3
Evagrius, Scholasticus, Historia Ecclesiastica 3.Κεφάλαια ἐκκλησιαστικῆς ἱστορίας Εὐαγρίου σχολαστικοῦ καὶ ἀπὸ ἐπάρχων.
Not analysed yet
α Περὶ τῆς βασιλείας Ζήνωνος καὶ τοῦ υἱοῦ αὐτοῦ. β Περὶ ἐφόδων βαρβαρικῶν ἔν τε τῇ ἑῴᾳ καὶ δυτικῇ. γ Περὶ τῆς τυραννίδος Βασιλίσκου καὶ φυγῆς Ζήνωνος. δ Περὶ τῶν ἐγκυκλίων καὶ ἀντεγκυκλίων Βασιλίσκου. ε Περὶ τῆς ἐπανόδου Τιμοθέου τοῦ Αἰλούρου, καὶ τί ἐπράχθη αὐτῷ. ς Περὶ τῆς ἐπανόδου Ζήνωνος καὶ τελευτῆς Βασιλίσκου. ζ Περὶ ἐπισκόπων ἀνακαλεσαμένων τὴν οἰκίαν συναίνεσιν τῶν ἐπὶ Βασιλίσκου παρ’ Ἀκάκιον τὸν Κωνσταντινουπόλεως. η Περὶ Πέτρου τοῦ Μογγοῦ καὶ τοῦ ἑνωτικοῦ Ζήνωνος. θ Περὶ ὧν ἔγραψε Πέτρος Ἀκακίῳ δεξαμένῳ τὴν ἐν Καλχηδόνι σύνοδον. ι Περὶ συνοδικῶν κινηθέντων ἐν Ῥώμῃ χάριν Ἰωάννου τοῦ Ἀλεξανδρείας. ια Περὶ τῶν ἐν Ἀλεξανδρείᾳ κινηθέντων καὶ ἐν διαφόροις τόποις χάριν τῆς ἐν Καλχηδόνι συνόδου. ιβ Περὶ τῆς ἐπαναστάσεως Θευδερίχου καὶ Μαρκιανοῦ. ιγ Περὶ τῆς τυραννίδος Ἰλλοῦ καὶ Λεοντίου καὶ λοιπῶν. ιδ Περὶ Μαμιανοῦ καὶ ἔργων αὐτοῦ. ιε Περὶ τῆς βασιλείας Ἀναστασίου καὶ χρόνων ἀναγραφῆς. ις Περὶ ἐκκλησιαστικῆς καταστάσεως καὶ ἐκβεβλημένων ἐπισκόπων. ιζ Περὶ ἐπιστολῆς Ἱεροσολυμιτῶν μοναχῶν πρὸς Ἀλκίσωνα. ιη Περὶ τῆς ἐκβολῆς Μακεδονίου, Φλαβιανοῦ, καὶ περὶ Σεβήρου. ιθ Περὶ Σεβήρου καὶ τῆς πεμφθείσης αὐτῷ καθαιρέσεως ὑπὸ Κοσμᾶ καὶ Σεβηριανοῦ. κ Περὶ τῆς τῶν τυράννων Ἰσαύρων καθαιρέσεως. κα Περὶ τῆς ἐν Ἀμίδῃ πολιορκίας καὶ κτίσεως τοῦ Δάρας. κβ Περὶ τοῦ μακροῦ τείχους καὶ τῆς ἀναρτήσεως τοῦ Χρυσαργύρου. κγ Περὶ ὧν ἱστόρησε Ζώσιμος χάριν τοῦ Χρυσαργύρου καὶ Κωνσταντίνου βασιλέως. κδ Ἀπότασις πρὸς Ζώσιμον ἐφ’ οἷς ἐβλασφήμησε Κωνσταντῖνον καὶ Χριστιανούς. κε Περὶ τῆς τυραννίδος Βιταλιανοῦ καὶ ναυμαχίας αὐτοῦ, καὶ τί ἔπαθεν. κς Περὶ τῆς στάσεως τοῦ δήμου ἐν Βυζαντίῳ.