Ancient Greek
Book 3
Evagrius, Scholasticus, Historia Ecclesiastica 3.13
Not analysed yet
Ταύτην τὴν οἰκονομίαν γνώμῃ συντεθειμένην Ἀκακίου τοῦ τῆς βασιλευούσης ἐπισκόπου Περγάμιος ἀποκομίζει, ὕπαρχος τῆς Αἰγύπτου χειροτονηθείς· ὅστις προσσχὼν τῇ Ἀλεξάνδρου πεφευγότα τὸν Ἰωάννην εὑρηκὼς ἐντυγχάνει τῷ Πέτρῳ, καὶ πείθει δέξασθαι τὴν προσφώνησιν Ζήνωνος, προσέτι δὲ καὶ τοὺς διεστῶτας. Δέχεται τοίνυν τὴν εἰρημένην προσφώνησιν ὑπογράφει τε ταύτῃ, ὑπισχνεῖται δὲ καὶ τοὺς ἀπ’ ἐναντίας δέχεσθαι. Μετὰ δ’ οὖν πανηγύρεως δημοτελοῦς ἀνὰ τὴν Ἀλεξανδρέων οὔσης πάντων τε τὸ καλούμενον Ἑνωτικὸν Ζήνωνος προσιεμένων, δέχεται Πέτρος καὶ τοὺς ἐκ τῆς Προτερίου μοίρας· καί τινα προσφώνησιν πρὸς τὸν λεὼν συντάξας ἐπὶ τῆς ἐκκλησίας ἀναγινώσκει τὴν Ζήνωνος προσφώνησιν ἔχουσαν ὧδε·