Ancient Greek · ~2 min
Book 3
Evagrius, Scholasticus, Historia Ecclesiastica 3.15
Not analysed yet
Ὁ δέ γε Ἰωάννης οὗ πρότερον ἐμνήσθημεν, τὴν Ἀλεξάνδρου πεφευγὼς τὴν ἀρχαιοτέραν καταλαμβάνει Ῥώμην, καὶ διετάραττε φάσκων ὑπὲρ τῶν Λέοντος δογμάτων καὶ τῆς ἐν Καλχηδόνι συνόδου τοῦ οἰκείου ἐκπεπτωκέναι θρόνου, ἕτερον δὲ ἀντεισελθεῖν ἀντίπαλον τούτοις καθεστῶτα. Πρὸς τοῦτο ταραχθέντος Σιμπλικίου τοῦ τῆς πρεσβυτέρας Ῥώμης ἐπισκόπου καὶ πρὸς βασιλέα Ζήνωνα γράψαντος, ἀντιγράφει ὁ Ζήνων ἐπιορκίαν τῷ Ἰωάννῃ ἐγκαλῶν, καὶ ὡς τούτου χάριν τῆς ἐπισκοπῆς οὐ δι’ ἕτερον ἀπηλάθη.