Ancient Greek · ~1 min
Book 3
Evagrius, Scholasticus, Historia Ecclesiastica 3.19
Not analysed yet
Πρὶν ἢ δὲ τούτους φθῆναι τὴν βασιλέως, Κύριλλος ὁ τῶν Ἀκοιμήτων καλουμένων ἡγούμενος στέλλει πρὸς Φίληκα καταμεμφόμενος τὴν βραδυτῆτα, τηλικούτων κατὰ τῆς ὀρθῆς πίστεως ἁμαρτανομένων· καὶ γράφει Φίληξ τοῖς περὶ Μισῖνον μηδὲν πρᾶξαι πρὶν τῷ Κυρίλλῳ συντύχοιεν καὶ παρ’ αὐτοῦ τὸ πρακτέον μάθοιεν.