Ancient Greek
Book 3
Evagrius, Scholasticus, Historia Ecclesiastica 3.3
Not analysed yet
Ἐπαναστάντος δέ οἱ Βασιλίσκου τοῦ Βερίνης ἀδελφοῦ —καὶ τὰ οἰκεῖα γὰρ αὐτῷ ἐκπεπολέμωτο, πάντων ἐπ’ ἴσης τὸν αἴσχιστον αὐτοῦ βίον ἀποστρεφομένων —,ἀνδρικὸν μὲν οὐδὲν ὅλως ἐφρόνησεν —ἀγεννὲς γὰρ καὶ δύσελπι ἡ ἀνοσιουργία, ἐκ τῆς περὶ τὰς ἡδονὰς ἥττης τεκμηριοῦσα τὸ ἄνανδρον —,φεύγει δὲ προτροπάδην τῆς τοσαύτης ἀρχῆς ἀκονιτὶ παραχωρήσας τῷ Βασιλίσκῳ. Καὶ πολιορκίαν ὑπέστη κατὰ τὴν αὐτὸν προαγαγοῦσαν τῶν Ἰσαύρων χώραν, ἔχων ἅμα οἱ Ἀριάδνην τὴν γαμετήν, ὕστερον τὴν μητέρα φυγοῦσαν, καὶ εἴ τι ἕτερον εὔνουν αὐτῷ μεμενήκει. Οὕτω γοῦν ὁ Βασιλίσκος τὸν στέφανον τῆς Ῥωμαίων ἀρχῆς ἀναδησάμενος, καὶ τὸν παῖδα Μάρκον ἀνειπὼν Καίσαρα, ἀπ’ ἐναντίας τῷ Ζήνωνι καὶ τοῖς προβεβασιλευκόσιν ᾔει.