Ancient Greek · ~8 min
Book 3
Evagrius, Scholasticus, Historia Ecclesiastica 3.34
Not analysed yet
Ἐπειδὴ τοίνυν ταῦτα τὰ γράμματα λέγει τοὺς ὑπὸ Ἀπάμειαν ἱερέας ἀποπηδῆσαι ἀπὸ Σευήρου, φέρε τι προσθῶμεν ὅπερ ἐς ἡμᾶς πατρόθεν διέβη, εἰ καὶ ἱστορίᾳ μέχρι νῦν οὐκ ἀνείληπται. Κοσμᾶς τὴν ἡμετέραν ἐπισκοπῶν Ἐπιφάνειαν ἣ τὸν Ὀρόντην σύνοικον ἔχει, καὶ Σευηριανὸς Ἀρέθουσαν τὴν ἀστυγείτονα, πρὸς τὰ συνοδικὰ Σευήρου ταραχθέντες καὶ τῆς ἐκείνου κοινωνίας ἑαυτοὺς ἀπορρήξαντες, βιβλίον καθαιρέσεως αὐτῷ διαπέμπονται ἐσέτι τὴν Ἀντιόχου πόλιν ἐπισκοποῦντι. Ἐγχειρίζουσι δὲ τὸ βιβλίον Αὐρηλιανῷ, τῷ τῶν διακόνων πρώτῳ τῆς Ἐπιφανέων· ὃς ἐπειδὴ τὸν Σευῆρον ἐδεδοίκει καὶ τὸν τῆς τοσαύτης ἐπισκοπῆς ὄγκον, ὅτε τὴν Ἀντιόχου κατειλήφει, ἐσθῆτα γυναικείαν ἑαυτῷ περιθεὶς προσῄει τῷ Σευήρῳ, ἀκκιζόμενός τε καὶ θρυπτόμενος καὶ διὰ πάντων τὸ εἶναι γυνὴ σχηματιζόμενος, καὶ τὸ κατὰ τῆς κεφαλῆς φάρος μέχρι τῶν στέρνων καθείς, ὀλοφυρόμενός τε καὶ μύχιον ποτνιώμενος, ἱκετηρίας τινὸς προσχήματι προϊόντι τῷ Σευήρῳ τὴν καθαίρεσιν ἐπιδίδωσι· καὶ πάντας διαλαθὼν τοῦ ἑπομένου ἔξεισιν ὁμίλου καὶ δρασμῷ τὴν σωτηρίαν ὠνεῖται, πρὶν τὸν Σευῆρον τὰ ἐν τῷ βιβλίῳ κείμενα γνῶναι. Ὅμως δ’ οὖν ὁ Σευῆρος καὶ τὸ βιβλίον δεξάμενος καὶ τὰ ἐν αὐτῷ συνείς, τῷ οἰκείῳ προσεκαρτέρησε θρόνῳ, μέχρι τῆς Ἀναστασίου τελευτῆς. Ὡς οὖν Ἀναστάσιος τὰ ἐπὶ Σευήρῳ γεγενημένα διέγνω,ἱστορητέον γὰρ τὴν πρᾶξιν φιλανθρώπως τῷ Ἀναστασίῳ διεσκευασμένην, προστάττει Ἀσιατικῷ τὴν στρατιωτικὴν ἀρχὴν τῆς ἐν Φοινίκῃ Λιβανησίας ἐπιτραπέντι, Κοσμᾶν καὶ Σευηριανὸν τῶν οἰκείων ἐξελάσαι θρόνων, διότι τῷ Σευήρῳ τῆς καθαιρέσεως τὸ βιβλίον πεπόμφασιν. Ὃς ἐπειδὴ τὰ τῆς ἑῴας κατειλήφει μέρη πολλούς τε τῶν Κοσμᾶ καὶ Σευηριανοῦ δογμάτων ἀντεχομένους εὗρε μάλα τε γεννικῶς αὐτῶν ἀντιποιουμένας τὰς σφῶν πόλεις, ἀνήγαγε τῷ Ἀναστασίῳ ἀναιμωτὶ μὴ δύνασθαι τούτους τῶν οἰκείων φυγαδεύειν θρόνων. Τοσοῦτον τοιγαροῦν περιῆν φιλανθρωπίας τῷ Ἀναστασίῳ, ὡς διαρρήδην γράψαι τῷ Ἀσιατικῷ μηδὲν βούλεσθαι προελθεῖν, μηδ’ ἂν εἰ μέγα τε καὶ ἀξιόλογον ᾖ, εἴπερ αἵματος ῥανὶς ἐκχέοιτο. Ἐν τούτοις μὲν οὖν τὰ κατὰ τὰς ἐκκλησίας πανταχοῦ γῆς καθειστήκει μέχρι τῆς Ἀναστασίου βασιλείας· ὃν καὶ ὡς ἐναντίον τῆς ἐν Καλχηδόνι συνόδου τινὲς κρίναντες τῶν ἱερῶν περιεῖλον δέλτων. Ἐν δὲ τοῖς Ἱεροσολύμοις καὶ ζῶν ἀνεθεματίσθη.