# Historia Ecclesiastica 3.35

Evagrius, Scholasticus, Historia Ecclesiastica, Book 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/evagrius-scholasticus/historia-ecclesiastica/3.35

Οὐκ ἀπὸ δὲ τρόπου καθ’ ἣν ἐτύχομεν προκαταβεβληκότες ὑπόσχεσιν, καὶ τὰ ἕτερα λόγου ἄξια ὑπὸ τοῖς Ἀναστασίου χρόνοις γενόμενα συνάψαι τῇ ἱστορίᾳ. Λογγῖνος ὁ Ζήνωνος ὅμαιμος τὴν ἐνεγκαμένην ὡς προδιήγηται κατειληφώς, τὸν πρὸς τὸν αὐτοκράτορα πόλεμον ἀναφανδὸν ἀναζώννυται. Καὶ πολλῶν ἔνθεν τε κἀκεῖθεν συναθροισθεισῶν δυνάμεων, μεθ’ ὧν καὶ Κόνων ἐτύγχανεν ὤν — ἐπίσκοπος ἐν Ἀπαμείᾳ τῆς τῶν Σύρων ἐπαρχίας γεγονὼς τοῖς Ἰσαύροις ὡς Ἴσαυρος συνεστράτευσε — , τέλος ἐπιτίθεται τῷ πολέμῳ, τῶν μὲν Ἰσαύρων τῶν συστρατευσάντων τῷ Λογγίνῳ πανωλεθρίᾳ φθαρέντων, τῶν δὲ κεφαλῶν Λογγίνου καὶ Θεοδώρου πρὸς Ἰωάννου τοῦ Σκύθου σταλεισῶν ἀνὰ τὴν βασιλέως πόλιν· ἃς καὶ ἐν κοντοῖς περιαρτήσας ὁ βασιλεὺς ἐν ταῖς καλουμέναις Συκαῖς ἀντιπέρας τῆς Κωνσταντίνου κειμέναις ἐπῃώρησεν, ἡδὺ θέαμα τοῖς Βυζαντίοις ἀνθ’ ὧν κακῶς πρὸς Ζήνωνος καὶ τῶν Ἰσαύρων ἐπεπόνθεσαν. Καὶ ὁ ἕτερος δὲ Λογγῖνος τὸ πολὺ τῆς τυραννίδος συνέχων, ὁ ἐπίκλην Σελινούντιος, καὶ Ἴνδης σὺν αὐτῷ, πρὸς Ἰωάννου τοῦ ἐπίκλην Κυρτοῦ στέλλονται τῷ Ἀναστασίῳ ζωγρίαι· ὃ μάλιστα τόν τε βασιλέα τούς τε Βυζαντίους τεθεράπευκε, θριάμβου δίκην ἀνὰ τὰς λεωφόρους τῆς πόλεως ἀνά τε τὴν ἱπποδρομίαν Λογγίνου τε καὶ Ἴνδου περιενεχθέντων, καὶ τῶν ἐκ σιδήρου πεποιημένων ἁλύσεων ἀνὰ τοὺς αὐχένας καὶ τὰς χεῖρας περιβεβλημένων. Ἐντεῦθεν καὶ τὰ καλούμενα πρώην Ἰσαυρικὰ τοῖς βασιλικοῖς ἐσηνέχθη θησαυροῖς· ἦν δὲ ἄρα τοῦτο χρυσίον ἐς ἕκαστον ἔτος τοῖς βαρβάροις χορηγούμενον, πεντακισχιλίας ἕλκον λίτρας.

---

Evagrius, Scholasticus, Historia Ecclesiastica, ed. Joseph Bidez, Leon Parmentier. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2733.tlg001.local001/.
