# Historia Ecclesiastica 3.8

Evagrius, Scholasticus, Historia Ecclesiastica, Book 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/evagrius-scholasticus/historia-ecclesiastica/3.8

Ζήνων δὲ παροτρύνουσαν ὥς φασι θεασάμενος τὴν ἁγίαν καὶ πολύαθλον πρωτομάρτυρα Θέκλαν καὶ τὴν τῆς βασιλείας ἀποκατάστασιν ὑπισχνουμένην, ἐπὶ τὸ Βυζάντιον στρατεύει δώροις τοὺς πολιορκοῦντας ὑπελθών, καὶ δεύτερον ἔτος τῆς ἀρχῆς κρατήσαντα τὸν Βασιλίσκον ἐξωθεῖται, ἁγίοις τε προσπελάσαντα σηκοῖς τοῖς ἐχθροῖς ἐκδίδωσιν. Οὗτος ὁ Ζήνων μέγιστον τέμενος ἐξοχῇ τε καὶ κάλλει προὖχον ἀνατέθεικε τῇ πρωτομάρτυρι Θέκλῃ ἀνὰ τὴν Σελευκέων τὴν πρὸς τῇ Ἰσαύρων χώρᾳ κειμένην, πλείστοις καὶ βασιλικοῖς ἀναθήμασι διακοσμήσας,τοῖς καὶ μέχρις ἡμῶν σωζομένοις. Πέμπεται μὲν οὖν ἀνὰ τὴν Καππαδοκῶν τεθνηξόμενος χώραν ὁ Βασιλίσκος· ἐν Κουκουσῷ δὲ τῷ σταθμῷ ἅμα γυναικὶ καὶ τέκνοις ἀποσφάττεται. Καὶ νόμον ὁ Ζήνων τίθησιν ἀναιροῦντα τὰ ἐπὶ τοῖς ἐγκυκλίοις συντεθειμένα Βασιλίσκῳ τῷ τυράννῳ· καὶ Πέτρος μὲν ὁ ἐπίκλην Κναφεὺς τῆς Ἀντιοχέων ἐκκλησίας ἀπελαύνεται, Παῦλος δὲ τῆς Ἐφεσίων.

---

Evagrius, Scholasticus, Historia Ecclesiastica, ed. Joseph Bidez, Leon Parmentier. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2733.tlg001.local001/.
