Ancient Greek · ~2 min
Book 4
Evagrius, Scholasticus, Historia Ecclesiastica 4.ΕΥΑΓΡΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ ΕΠΙΦΑΝΕΩΣ ΚΑΙ ΑΠΟ ΕΠΑΡΧΩΝ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΤΟΜΟΣ Δ
Not analysed yet
Ἀναστασίου δέ, ὥς μοι λέλεκται, πρὸς τὴν ἀμείνω μεταχωρήσαντος λῆξιν, Ἰουστῖνος, Θρᾷξ γένος, τῇ ἁλουργεῖ ἀμπεχόνῃ χρῆται, ἐνάτην ἄγοντος τοῦ Πανέμου μηνός, ὃς Ἰούλιος παρὰ Ῥωμαίων ὠνόμασται, χρηματιζούσης τῆς Ἀντιόχου ἕκτον καὶ ἑξηκοστὸν καὶ πεντακοσιοστὸν ἔτος, ὑπὸ τῶν βασιλικῶν σωματοφυλάκων ἀναρρηθεὶς ὧνπερ καὶ ἦρχεν, ἡγεμὼν τῶν ἐν τῇ αὐλῇ τάξεων καθεστώς. Περιέθετο δὲ τὴν ἀρχὴν τὴν αὐτοκράτορα πάσης ὑπέρτερον ἐλπίδος, ὅτι γε πολλοὶ καὶ ἔξοχοι καὶ πρὸς πᾶσαν εὐδαιμονίαν ἥκοντες καθειστήκεισαν τῆς Ἀναστασίου συγγενείας, πᾶσάν τε δύναμιν ἐφελκόμενοι τὴν τοσαύτην αὐτοὺς ἀρχὴν περιβαλεῖν ἐξισχύουσαν.