Ancient Greek · ~4 min
Book 4
Evagrius, Scholasticus, Historia Ecclesiastica 4.12
Not analysed yet
Γέγραπται δὲ Προκοπίῳ τῷ ῥήτορι τὰ κατὰ Βελισάριον συγγράφοντι, ὡς Καβάδης ὁ Περσῶν βασιλεὺς Χοσρόῃ τῷ παιδὶ νεωτέρῳ τῶν ἄλλων υἱῶν ὄντι περιθεῖναι τὴν βασιλείαν βουληθείς, ἅμα Χοσρόῃ βουλεύει ὥστε τῷ βασιλεῖ Ῥωμαίων εἰς θετὸν υἱὸν ἐπιδοῦναι τὸν Χοσρόην, ἵνα ἐντεῦθεν ἀσφαλέστατα τὰ τῆς ἀρχῆς αὐτῷ διατεθείη. Ἐπειδὴ τοίνυν τούτων διήμαρτον εἰσηγήσει Πρόκλου, ὃς παρεδρεύων Ἰουστινιανῷ κυαίστωρ καθειστήκει, ἐπὶ μείζω τὴν πρὸς Ῥωμαίους ἔχθραν ἐξήγαγον. Φιλοπονώτατα τοιγαροῦν κομψῶς τε καὶ λογίως ἐκτέθειται τῷ αὐτῷ Προκοπίῳ ἃ δὴ πέπρακται ὑπὸ Βελισαρίῳ στρατηγοῦντι τῶν ἑῴων δυνάμεων Ῥωμαίοις τε καὶ Πέρσαις πρὸς ἀλλήλους πολεμοῦσι. Πρώτην μὲν οὖν νίκην ἀναγράφει Ῥωμαίων περὶ τὰ χωρία Δάρας τε καὶ Νισίβεως, Βελισαρίου Ἑρμογένους τε αὖ τὰ Ῥωμαίων στρατόπεδα διακοσμούντων. Οἷς ἐπισυνάπτει καὶ ὅσα κατὰ τὴν Ἀρμενίων γέγονε χώραν, οἷά τε κατὰ τὴν Ῥωμαίων εἰργάσατο γῆν Ἀλαμούνδαρος τῶν Σκηνιτῶν βαρβάρων ἡγούμενος· ὃς καὶ Τιμόστρατον τὸν Ῥουφίνου ἀδελφὸν σὺν τοῖς ἀμφ’ αὐτὸν στρατιώταις ἐζώγρησε, καὶ χρημάτων ὕστερον μεγάλων ἀπέδοτο.