# Historia Ecclesiastica 4.13

Evagrius, Scholasticus, Historia Ecclesiastica, Book 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/evagrius-scholasticus/historia-ecclesiastica/4.13

Περιπαθῶς διέξεισι καὶ τὴν τοῦ λελεγμένου μοι Ἀλαμουνδάρου καὶ Ἀζαρέθου κατὰ τῆς Ῥωμαίων γῆς ἔφοδον, ὅπως τε τούτοις τὴν ἄφοδον ἐπὶ τὰ σφέτερα ποιουμένοις, πρὸς βίας τοῦ οἰκείου στρατοῦ ἐπὶ ταῖς ᾐόσι τοῦ Εὐφράτου Βελισάριος συνεπλάκη ἐπικειμένης τῆς πασχαλίας ἡμέρας, καὶ ὅπως ὁ Ῥωμαίων διεφθάρη στρατὸς τῶν Βελισαρίου βουλευμάτων οὐκ ἀνασχόμενος, ὅπως τε Ῥουφῖνος καὶ Ἑρμογένης τὴν καλουμένην ἀπέραντον εἰρήνην πρὸς Πέρσας διέθηκαν. Οἷς ἐπάγει τὴν ἀνὰ τὸ Βυζάντιον γενομένην τῶν δημοτῶν στάσιν, ᾗ προσηγορίαν τὸ σύνθεμα τῶν δήμων δέδωκε· τὸ Νίκα γὰρ ἐπίκλησιν καλοῦσι, τοῦτο τῶν δήμων ἀλλήλοις συναφθέντων σύνθεμα δόντων τῆς εἰς ἀλλήλους γνώσεως. Καθ’ ἣν Ὑπάτιός τε καὶ Πομπήϊος ἐβιασθήτην μὲν ὑπὸ τῶν δήμων πρὸς τὴν τυραννίδα, ἑκατέρω δὲ πρὸς τῶν στρατιωτῶν κελεύσμασιν Ἰουστινιανοῦ τὴν κεφαλὴν ἀποθεμένω κατεποντωθήτην, τῶν δήμων ἑσσηθέντων· ὅτε καὶ τριάκοντα χιλιάδας ἐν τῷ πόνῳ τούτῳ φησὶν ὁ Προκόπιος ἀνθρώπων ἀπολέσθαι.

---

Evagrius, Scholasticus, Historia Ecclesiastica, ed. Joseph Bidez, Leon Parmentier. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2733.tlg001.local001/.
