Ancient Greek
Book 4
Evagrius, Scholasticus, Historia Ecclesiastica 4.18
Not analysed yet
Φησὶ δὲ καὶ ἕτερον ἥκιστα μὲν ἱστορηθὲν ἄχρις αὐτοῦ, ἀξιάγαστον δὲ καὶ παντὸς θαύματος ὑπερβολὴν ἐκβαῖνον. Ἱστορεῖ δ’ οὖν ὡς τὸ Λιβύων ἔθνος οἱ Μαυρούσιοι ἐκ τῆς Παλαιστίνων ἀναστάντες γῆς τὴν Λιβύην κατῴκησαν· εἶναι δὲ τούτους οὓς ἀναγράφει τὰ θεῖα λόγια Γεργεσαίους καὶ Ἰεβουσαίους καὶ τὰ λοιπὰ ἔθνη ὅσα πρὸς Ἰησοῦ τοῦ Ναυῆ κατεπολεμήθη. Τεκμηριοῖ δὲ τὸν λόγον ἀληθῆ παντάπασι τυγχάνειν ἔκ τινος ἐπιγράμματος, ὅπερ καὶ ἀναγνῶναι φησὶ τοῖς Φοινίκων γράμμασι συγκείμενον· εἶναι δὲ τοῦτο ἀγχοῦ κρήνης, ἔνθα στῆλαι δύο ἐκ λίθων λευκῶν πεποίηνται, ἐν αἷς ἐγκεκόλαπται τάδε· Ἡμεῖς ἐσμεν οἱ φυγόντες ἀπὸ προσώπου Ἰησοῦ τοῦ λῃστοῦ υἱοῦ Ναυῆ. Ὧδε μὲν οὖν ἔληξε ταῦτα, αὖθις Ῥωμαίοις κατηκόου Λιβύης γινομένης, φόρους τε τοὺς ἐπετείους εἰσαγούσης ὥσπερ καὶ πρότερον. Λέγεται δὲ ἐν Λιβύῃ πεντήκοντα καὶ ἑκατὸν ἄστη Ἰουστινιανὸς ἀνασώσασθαι, τὰ μὲν τέλεον τὰ δὲ κατὰ πολὺ διαρρυέντα, καὶ πρὸς τὸ μεγαλοπρεπέστερον ἀνακαινίσαι καλλωπίσεως ὑπερβολαῖς, κοσμήμασί τε καὶ κατασκευαῖς ἰδίαις καὶ δημοσίαις, τειχῶν τε περιβόλοις, ἑτέραις τε μεγίσταις οἰκοδομίαις ἐξ ὧν αἵ τε πόλεις κοσμοῦνται τό τε θεῖον ἱλάσκεται, ἐπιρροίαις τε ὑδάτων ἔς τε χρείαν καὶ κάλλος, τῶν μὲν ἐκ προοιμίων ἐσαχθέντων οὐκ ὄντων ταῖς πόλεσι πρότερον, τῶν δὲ αὖθις πρὸς τὴν ἀρχαίαν ἐπαναχθέντων τάξιν.