# Historia Ecclesiastica 4.27.1

Evagrius, Scholasticus, Historia Ecclesiastica, Book 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/evagrius-scholasticus/historia-ecclesiastica/4.27.1

Ἀναγράφει ὁ αὐτὸς Προκόπιος καὶ τὰ περὶ Ἐδέσης καὶ Ἀγβάρου τοῖς παλαιοῖς ἱστορημένα, καὶ ὡς ὁ Χριστὸς πρὸς Ἄγβαρον ἐπέστειλεν, εἶτα καὶ ὡς ἐς ἑτέραν ἔφοδον πολιορκίαν τῶν Ἐδεσηνῶν ὁ Χοσρόης κατέστη, παραλύειν οἰόμενος τὰ παρὰ τοῖς πιστοῖς θρυλούμενα, ὡς οὐκ ἄν ποτε ἡ Ἔδεσα ὑπὸ τοῖς ἐχθροῖς γενήσεται· ὅπερ τοῖς γραφεῖσι μὲν πρὸς Ἄγβαρον παρὰ Χριστοῦ τοῦ θεοῦ ἡμῶν οὐκ ἔγκειται, ὡς ἔστι τοὺς φιλοπόνους ἑλεῖν ἐκ τῶν ἱστορηθέντων Εὐσεβίῳ τῷ Παμφίλου, αὐτὴν πρὸς λέξιν τὴν ἐπιστολὴν ἀναγνόντι· οὕτω δὲ παρὰ τοῖς πιστοῖς ᾄδεταί τε καὶ πεπίστευται καὶ τὸ πέρας ἐδέξατο, τῆς πίστεως ἔργον προρρήσεως ἀγαγούσης. Μετὰ γὰρ τὸ προσβαλεῖν τῇ πόλει τὸν Χοσρόην μυρίας τε ἐφόδους ἐργάσασθαι χοῦν τε συναμήσασθαι πολύν, ὡς καὶ τὰ τείχη τῆς πόλεως ὑπερπηδῆσαι, ἑτέρας τε μυρίας μηχανὰς ῥάψαι, ἄπρακτον ἐπεποίητο τὴν ἀποπόρευσιν· λέξω δὲ τὰ γενόμενα. Ἐπήγγελλεν ὁ Χοσρόης ταῖς ἀμφ’ αὐτὸν δυνάμεσι ξύλων ἀθροῖσαι μέγα τι χρῆμα πρὸς τὴν πολιορκίαν τῆς προστυχούσης ὕλης. Ἅπερ ἐπειδὴ συνελέγη ὀξύτερον τῆς ἐπιτάξεως, κυκλοτερῶς περιθεὶς τὸν χοῦν ἐς μέσον ἐπέβαλε, καὶ ἀντιμέτωπος τῇ πόλει ᾔει. Οὕτω τε κατὰ σμικρὸν ἐποικοδομῶν τοῖς ξύλοις τε καὶ τῷ χώματι καὶ τῇ πόλει προσιών, τοσοῦτον ἐς ὕψος ἦρε καὶ τὸ τεῖχος ὑπερήλατο, ὡς ἐξ ὑπερδεξίων τὰ βέλη κατὰ τῶν προκινδυνευόντων ὑπὲρ τῆς πόλεως ἐν τῷ τείχει ῥίπτειν. Ἐπειδὴ τοίνυν οἱ τῇ πολιορκίᾳ συνεχόμενοι τεθέαντο τὸ χῶμα πλησίον ὥσπερ ὄρος βαδίζον ἐγγίζειν τῇ πόλει,ἐπιδόξους τε εἶναι τοὺς πολεμίους πεζῇ τῆς πόλεως ἐπιβήσεσθαι, ἅμα ἕῳ μηχανῶνται ἀντικρὺ τοῦ χώματος, ὅπερ ἀγέστα πρὸς Ῥωμαίων κέκληται, διώρυγα ὑπὸ γῆν κατεργάσασθαι ἔνθεν τε πῦρ ἀνεῖναι, ὡς ἂν τῇ φλογὶ τὰ ξύλα φθειρόμενα τὸν χοῦν ἐς γῆν καταγάγοι. Καὶ τὸ μὲν ἔργον ἐπετετέλεστο, πυρὰν δὲ προσάψαντες τοῦ σκοποῦ διημάρτανον, οὐκ ἔχοντος τοῦ πυρὸς διέξοδον ὅθεν ἀέρος ἐπιλαμβανόμενον δύναιτο τὴν ὕλην περιδράξασθαι. Ὡς δ’ οὖν ἐς πᾶσαν ἀμηχανίαν ἦλθον, φέρουσι τὴν θεότευκτον εἰκόνα ἣν ἀνθρώπων μὲν χεῖρες οὐκ εἰργάσαντο, Ἀγβάρῳ δὲ Χριστὸς ὁ θεός, ἐπεὶ αὐτὸν ἰδεῖν ἐπόθει, πέπομφε. Ταύτην τοίνυν τὴν παναγίαν εἰκόνα κατὰ τὴν εἰργασμένην σφίσιν ἐσαγαγόντες διώρυγα ὕδατί τε ἐπικλύσαντες, ἀπ’ αὐτοῦ κατὰ τῆς πυρᾶς καὶ τῶν ξύλων ἀφεῖσαν. Καὶ παραυτίκα τῆς θείας δυνάμεως τῇ πίστει τῶν δεδρακότων ἐπιφοιτησάσης, ὅπερ ἦν ἐκείνοις πρώην ἀδύνατον ἐξηνύετο· παραυτίκα γὰρ ἐσεδέξαντο τὴν φλόγα τὰ ξύλα, καὶ λόγου θᾶττον ἀπανθρακωθέντα τοῖς ὑπερτέροις μετεδίδοσαν, ἅπαντα τοῦ πυρὸς ἀμφινεμομένου. Ὡς δὲ τὸν καπνὸν ἀναθρώσκοντα τεθέαντο οἱ τῇ πολιορκίᾳ πιεζόμενοι, σοφίζονται τάδε· λαγυνίδας μικρὰς ἀγαγόντες ἐμφορήσαντές τε θείου ἅμα καὶ στυππίου καὶ τῶν ἄλλων εὐκαταφλέκτων ὑλῶν, κατὰ τῆς καλουμένης ἀγέστας ἀπεσφενδόνιζον, αἵπερ καπνὸν ἀνιεῖσαι, τοῦ πυρὸς τῇ ῥύμῃ τῆς βολῆς ἀναφθέντος, τὸν ἐκ τοῦ χώματος ἀναδιδόμενον καπνὸν λανθάνειν παρεσκεύαζον· ὡς πάντας ὑποτοπάζειν τοὺς οὐκ εἰδότας ἐκ τῶν λαγυνίδων μᾶλλον καὶ οὐχ ἑτέρωθεν τὸν καπνὸν καθεστάναι. Τρίτῃ δ’ οὖν ἀπ’ ἐκείνης ἡμέρᾳ, ὤφθησαν αἱ γλωσσίδες τοῦ πυρὸς ἐκ τῆς γῆς ἀναδιδόμεναι, καὶ τότε συνῆκαν οἱ ἐν τῷ χώματι τῶν Περσῶν μαχόμενοι ὅποι κακῶν καθεστήκασιν. Ὁ δὲ Χοσρόης, ὥσπερ τῇ θείᾳ δυνάμει ἀντιφερόμενος, τοὺς τῶν ὑδάτων ὁλκοὺς οἳ πρὸ τῆς πόλεως ἔτυχον ὄντες κατὰ τῆς πυρᾶς ἀφείς, σβεννύειν ταύτην ἐπειρᾶτο. Ἡ δὲ μᾶλλον ὡς ἔλαιον ἢ θεῖον ἤ τι τῶν ἐξάπτειν εἰωθότων τὸ ὕδωρ δεξαμένη, ἐπὶ μεῖζον ἤρθη μέχρις ἂν τὸ πᾶν κατήγαγε χῶμα καὶ τέλεον τὴν ἀγέσταν ἀπετέφρωσε. Τότε δ’ οὖν ὁ Χοσρόης ἁπάσαις ταῖς ἐλπίσιν ἀπειρηκὼς καὶ διὰ τῶν ἔργων ἐγνωκὼς ὡς πολλὴν ὦφλεν αἰσχύνην, ὑποτοπήσας τοῦ πρὸς ἡμῶν πρεσβευομένου θεοῦ περιέσεσθαι, ἐπὶ τὰ σφέτερα τὴν ἀποπόρευσιν ἐποιεῖτο ἀκλεῶς.

---

Evagrius, Scholasticus, Historia Ecclesiastica, ed. Joseph Bidez, Leon Parmentier. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2733.tlg001.local001/.
