Ancient Greek · ~6 min
Book 4
Evagrius, Scholasticus, Historia Ecclesiastica 4.28
Not analysed yet
Λελέξεται δὲ καὶ ὃ κατὰ τὴν Σεργιουπολιτῶν ἄλλοτε ὑπὸ Χοσρόου γέγονεν, ἐπεὶ καὶ ἀξιόλογόν ἐστιν καὶ πρέπον ὄντως μνήμῃ ἐς ἀεὶ διασωζομένῃ. Ἐπέστη καὶ ταύτῃ ὁ Χοσρόης, ἐκπολιορκεῖν αὐτὴν ἐπειγόμενος. Ὡς δ’ οὖν τῶν τειχῶν ἀπεπειρᾶτο, τὰ περὶ τῆς σωτηρίας τῆς πόλεως πρὸς ἑκατέρων ἐλαλεῖτο· καὶ συμβαίνουσιν ὥστε τὰ ἱερὰ κειμήλια λύτρα τῇ πόλει γενέσθαι· ἐν οἷς καθειστήκει καὶ σταυρὸς ὑπὸ Ἰουστινιανοῦ καὶ Θεοδώρας πεμφθείς. Ὡς δ’ οὖν ἀπεκομίσθη ταῦτα, τοῦ ἱερέως ὁ Χοσρόης καὶ τῶν σὺν αὐτῷ πεμφθέντων Περσῶν ἀνεπύθετο μή τι ἕτερον εἴη. Τῶν δέ τις οὐκ εἰωθότων ἀληθίζεσθαί φησι πρὸς τὸν Χοσρόην καὶ ἕτερα εἶναι κειμήλια, ἅπερ πρὸς τῶν πολιτῶν ἀπεκρύβη εὐαρίθμων ὄντων. Ὑπελέλειπτο δὲ χρυσοῦ μὲν ἢ ἀργύρου κειμήλιον τῶν ἐπιφερομένων οὐδέν, ἑτέρας δὲ προὐργιαιτέρας ὕλης καὶ θεῷ καθάπαξ ἀνεχούσης, τὰ πανάγια λείψανα Σεργίου τοῦ ἀθλοφόρου μάρτυρος, ἔν τινι τῶν ἐπιμήκων σορῶν κείμενα ἐξ ἀργυρίου ἠμφιεσμένῃ. Ἐπειδὴ δὲ τούτοις πεισθεὶς ὁ Χοσρόης τῇ πόλει τὸν ὅλον ἐπαφῆκε στρατόν,ἐξαπίνης ἀνὰ τὸν περίβολον ἀσπὶς ἀνεφάνη μυρία, ὑπερμαχοῦσα τῆς πόλεως· ὅπερ οἱ πεμφθέντες πρὸς Χοσρόου θεασάμενοι ἐπανῆκον, τό τε πλῆθος θαυμάζοντες τήν τε ἐξόπλισιν διηγούμενοι. Ὡς δὲ καὶ πάλιν πυθόμενος ἔμαθεν ὁ Χοσρόης ὀλίγους τῇ πόλει κομιδῆ ἐναπομεῖναι,ἐξώρους τε καὶ ἀώρους, τῆς σφριγώσης ἡλικίας ἐκποδὼν γενομένης, ἔγνω τοῦ μάρτυρος εἶναι τὸ θαῦμα· καὶ δείσας καὶ τὴν Χριστιανῶν πίστιν ἀγάμενος, ἀπῆρε πρὸς τὰ οἰκεῖα. Ὃν καί φασιν ἐν ταῖς τελευταίαις ἀναπνοαῖς τῆς θείας ἀξιωθῆναι παλιγγενεσίας.