# Historia Ecclesiastica 4.29.1

Evagrius, Scholasticus, Historia Ecclesiastica, Book 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/evagrius-scholasticus/historia-ecclesiastica/4.29.1

Ἀφηγήσομαι δὲ καὶ τὰ περὶ τῆς ἐπισκηψάσης νόσου, τοῦτο δεύτερον καὶ πεντηκοστὸν ἔτος, μὴ πρότερον ἱστορηθέν, κρατησάσης καὶ πᾶσαν γῆν ἐπινεμηθείσης. Τῆς γὰρ Ἀντιόχου πρὸς Περσῶν ἁλούσης, ἔτεσιν ὕστερον δύο, πάθος ἐπεδήμησε λοιμῶδες ἔν τισι μὲν συμφερόμενον τῷ ὑπὸ Θουκυδίδου γραφέντι, ἔν τισι δὲ πολλῷ διαλλάττον. Καὶ ἦρχθαι μὲν ἐξ Αἰθιοπίας καὶ νῦν ἐλέγετο. Τὴν δὲ πᾶσαν ἀμοιβαδὸν διέδραμεν οἰκουμένην, οὐδένας ἀνθρώπων οἶμαι ἀπειράτους τοῦ νοσήματος καταλελοιπός. Καὶ ἔνιαι μὲν πόλεις ἐπὶ τοσοῦτον κατεσχέθησαν ἄχρι καὶ τοῦ παντάπασι κενὰς οἰκητόρων γενέσθαι. Ἔστι δὲ οὗ ἐπιλαβόμενον τὸ πάθος κουφότερον μετῆλθεν. Οὔτε δὲ κατὰ περίοδόν τινα τεταγμένην ἐνέσκηπτεν, οὔτε αὖ ἐπισκῆψαν ὁμοίως ἀπεχώρει· ἀλλά τινας μὲν τόπους χειμῶνος ἀρχομένου κατεῖχεν, ἑτέρους δὲ ἦρος διατελοῦντος, ἄλλους θερίζοντας, ἐνιαχῆ δὲ καὶ μετοπώρου προϊόντος. Καὶ ἔστιν ἔνθα μέρους πόλεως ἁψάμενον τῶν γε ἄλλων ἀπήλλακτο μερῶν· καὶ πολλάκις ἦν ἰδεῖν ἐν οὐ νοσούσῃ πόλει ἐνίας οἰκίας ἐς ὑπερβολὴν φθειρομένας. Ἔστι δὲ οὖ μιᾶς ἢ δύο φθαρεισῶν οἰκιῶν τὸ λοιπὸν τῆς πόλεως ἀπαθὲς μεμενήκει· ὡς δέ γε ἐς τὸ ἀκριβὲς ἐπισκέψαντες κατειλήφαμεν, αἱ ἀπαθεῖς μείνασαι οἰκίαι κατὰ τὸν ἐφεξῆς ἐνιαυτὸν μόναι ἐπεπόνθεσαν. Τὸ δὲ πάντων παραδοξότερον τοῦτο ἦν, ὅτι εἴ γε συνέβαινε τῶν εἰλημμένων πόλεων οἰκήτορας ἑτέρωθι διάγειν ἔνθα τὸ πάθος οὐκ ἐπέσκηψε, κἀκεῖνοι μόνοι τοῖς παθήμασιν ἡλίσκοντο οἱ ἐκ τῶν κρατηθεισῶν πόλεων ἐν ταῖς ἀπαθέσι πόλεσι διαιτώμενοι. Καὶ ταῦτα μὲν πολλάκις ἐν ταῖς περιόδοις τῶν κύκλων τῶν καλουμένων ἐπινεμήσεων ταῖς πόλεσι καὶ τοῖς ἑτέροις ἐγίγνοντο τόποις. Μάλιστα δὲ πανωλεθρία σχεδὸν τοῖς ἀνθρώποις ἐπέπιπτεν ἑνὶ ἢ δευτέρῳ ἔτει τῆς πεντεκαιδεκαετηρίδος τοῦ κύκλου. Ὡς καὶ ἐμὲ τὸν ταῦτα συγγράψαντα — συνεῖδον γὰρ καὶ τὰ κατ’ ἐμὲ παρυφᾶναι τῇ ἱστορίᾳ, τὰ πρόσφορα τοῖς προσφόροις ἁρμόζων — κατ’ ἀρχὰς μὲν οὖν τοῦ τοιούτου πάθους ληφθῆναι τοῖς καλουμένοις βουβῶσι, ἐς χαμαιδιδασκάλου ἔτι φοιτῶντα· ἀποβαλεῖν δὲ ἐν τοῖς διαφόρως ἐπισκήψασι τοιούτοις πάθεσι πολλούς τε τῶν ἐξ ἐμοῦ προελθόντων καὶ γαμετὴν καὶ τῆς λοιπῆς συγγενείας, οἰκέτας τε καὶ χωρίτας παμπόλλους, ὥσπερ τῶν κύκλων τῶν ἐπινεμήσεων τὰς εἰς ἐμὲ συμφορὰς μεριζομένων. Ὅτε δ’ οὖν ταῦτα ἔγραφον, ὄγδοον καὶ πεντηκοστὸν τῆς ἡλικίας ἄγων ἔτος, οὐ πρόσω δύο τούτων χρόνων, ἤδη τετράκις ἐπισκήψαντος τοῦ πάθους ἀνὰ τὴν Ἀντιόχου ἐπεὶ τέταρτος ἀπ’ ἀρχῆς διῆλθε κύκλος, ἀπέβαλον θυγατέρα, τῶν προτέρων ἄνευ,καὶ τὸν ἐξ αὐτῆς προελθόντα. Τὸ δὲ πάθος ἐκ διαφόρων νοσημάτων συνέκειτο. Ἐνίοις μὲν γὰρ ἐκ τῆς κεφαλῆς ἀρχόμενον καὶ ὀφθαλμοὺς αἱματώδεις καὶ οἰδαῖνον πρόσωπον ἀπεργαζόμενον ἐς τὸν λαιμὸν κατῄει, καὶ τὸν ἁλισκόμενον ἐξ ἀνθρώπων ἀπέπεμπεν. Ἄλλοις ῥύσις γαστρὸς ἐγίγνετο. Τισὶ δὲ βουβῶνες ἐπανίσταντο πυρετοί τε ἔνθεν ἐξαίσιοι· καὶ διήμεροι ἢ τριταῖοι ἔθνησκον, ἴσα τοῖς μηδὲν πεπονθόσι φρονοῦντές τε καὶ τὸ σῶμα συγκείμενοι. Ἕτεροι παράφοροι γινόμενοι τὸν βίον ἀπετίθεσαν. Καὶ ἄνθρακες δὲ ἐξαλλόμενοι τοὺς ἀνθρώπους ἠφάνιζον. Ἔστι δὲ οὗ καὶ ἅπαξ καὶ δίς τινες κρατηθέντες καὶ διαφυγόντες, αὖθις κρατηθέντες ἀπώλλυντο. Καὶ τὰ ἐς τὰς μεταλήψεις δὲ διάφορα καὶ λόγον ὑπερβαίνοντα. Οἱ μὲν γὰρ τῷ συνεῖναι μόνον καὶ συνδιαιτᾶσθαι ἐφθείροντο, οἱ δὲ καὶ προσαψάμενοι μόνον, οἱ δὲ καὶ εἴσω τοῦ οἰκήματος γενόμενοι, ἄλλοι δὲ κατὰ ἀγοράν· ἔνιοι δὲ ἐκ νοσουσῶν πόλεων πεφευγότες ἀπαθεῖς μεμενήκασι, τοῖς οὐ νοσοῦσι τῆς νόσου μεταδόντες. Οἱ δὲ τὸ παράπαν οὐχ ἥλωσαν, πολλοῖς τε συνδιαιτηθέντες νοσοῦσι, καὶ πολλῶν οὐ νοσούντων μόνον ἀλλὰ καὶ τετελευτηκότων προσαψάμενοι· οἱ δὲ καὶ σπουδὴν ὅπως ἀπόλοιντο διὰ τὴν παίδων ἢ οἰκιῶν πανωλεθρίαν ποιούμενοι, καὶ διὰ τοῦτο μάλιστα ἐναλινδηθέντες τοῖς νοσοῦσι, ὅμως ὥσπερ ἀνταγωνιζομένου τοῦ πάθους πρὸς τὴν βουλήν, οὐκ ἐκρατήθησαν. Ἐνεμήθη τοίνυν ὥς μοι λέλεκται μέχρι τοῦ δεῦρο δύο καὶ πεντήκοντα χρόνους τοῦτο τὸ πάθος, ἅπαντα τὰ πρώην νικῆσαν. Φιλόστρατος γὰρ θαυμάζει ὅτι γε πεντεκαίδεκα ὁ κατ’ αὐτὸν ἐκράτησε λοιμός. Καὶ τὰ ἑξῆς δὲ ἄδηλα, ἐκεῖσε ἰόντα οὗ ὁ θεὸς εὐδοκήσει, ὁ καὶ τὰς αἰτίας ἐξεπιστάμενος καὶ ποῖ φέρονται. Ἐγὼ δὲ ὅθεν ἐξέβην ἐπάνειμι καὶ τὰ λοιπὰ τῶν Ἰουστινιανοῦ φράσων.

---

Evagrius, Scholasticus, Historia Ecclesiastica, ed. Joseph Bidez, Leon Parmentier. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2733.tlg001.local001/.
