# Historia Ecclesiastica 4.3

Evagrius, Scholasticus, Historia Ecclesiastica, Book 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/evagrius-scholasticus/historia-ecclesiastica/4.3

Τὸν δέ γε Βιταλιανὸν ἐπὶ τῆς Θρᾴκης τὰς διατριβὰς ποιούμενον, ὃς Ἀναστάσιον ἐξῶσαι τῆς βασιλείας ἐβουλήθη, πρὸς τὴν Κωνσταντίνου μετακαλεῖται πόλιν, δείσας μὲν αὐτοῦ τὴν δύναμιν καὶ τὴν ἀμφὶ τοὺς πολέμους ἐμπειρίαν τό τε παρὰ πᾶσι κλέος καὶ ἣν εἶχεν περὶ τὴν βασιλείαν ἔφεσιν. Εὐθυβόλως δὲ ἐπιστήσας ὡς οὐχ ἑτέρως αὐτοῦ περιέσεται εἰ μή τί γε φίλος εἶναι προσποιήσαιτο, καὶ τῷ δόλῳ προσωπεῖον ἀνεξέλεγκτον περιθείς, στρατηγὸν αὐτὸν ἑνὸς τῶν καλουμένων πραισέντων ἀναδείκυσιν. Ἐπὶ πλεῖον δὲ τῇ πειθοῖ χώραν διδοὺς ἐπ’ ἐξαπάτῃ μείζονι καὶ ἐς ὑπάτους τὸν Βιταλιανὸν ἀναβιβάζει. Οὗτος τῆς ὑπατείας ἐχόμενος, ἐπειδὴ κατὰ τὰ βασίλεια γέγονεν, ἔν τινι μεταυλίῳ θύρᾳ δολοφονηθεὶς ἐτελεύτησε, ποινὴν τῶν παρ’ αὐτοῦ κατὰ τῆς Ῥωμαίων ἀρχῆς παροινηθέντων ταύτην καταβαλών. Ἀλλὰ ταῦτα μὲν ὕστερον γέγονε.

---

Evagrius, Scholasticus, Historia Ecclesiastica, ed. Joseph Bidez, Leon Parmentier. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2733.tlg001.local001/.
