# Historia Ecclesiastica 4.34.1

Evagrius, Scholasticus, Historia Ecclesiastica, Book 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/evagrius-scholasticus/historia-ecclesiastica/4.34.1

Γέγονε δὲ καὶ ἀνὰ τὴν Ἔμεσαν Συμεώνης, ἀνὴρ οὕτως τὸν τῆς κενοδοξίας ἀποδυσάμενος χιτῶνα ὡς καὶ παράφορον τοῖς οὐκ εἰδόσι δόξαι αὐτὸν εἶναι, καίτοι γε πάσης σοφίας θείας καὶ χάριτος ἐμπεπλησμένον. Οὗτος ὁ Συμεώνης τὰ πολλὰ μὲν αὐτὸς καθ’ ἑαυτὸν διῃτᾶτο, οὐδενὶ τὸ παράπαν ἄδειαν ἐνδιδοὺς εἰδέναι πότε τε ἢ ὅπως τὸ θεῖον ἱλάσκετο, μηδὲ ὅτε τὰς ἀφέξεις ἢ μεθέξεις καθ’ ἑαυτὸν τῶν τροφῶν ποιοῖτο ἄν. Ἔστιν δὲ οὗ καὶ κατὰ τὰς λεωφόρους ἀγοράζων ἐκτετράφθαι τοῦ καθεστῶτος ἐδόκει καὶ μηδὲν φρενῆρες ἢ ἀγχίνουν ἔχειν ὅλως· καί που καὶ καπηλείῳ παρεισδὺς ἐκ τῶν προστυχόντων ἐδεσμάτων ἢ σιτίων ἤσθιεν ὅτε πεινῴη. Εἰ δέ τις ἐγκλίνας τὴν κεφαλὴν αὐτῷ προσεκύνησε, μετὰ θυμοῦ καὶ τάχους τῶν τόπων ἐξίστατο, τὸ πρὸς πολλῶν φωραθῆναι τὴν οἰκείαν ἀρετὴν δεδιώς. Καὶ τοιαῦτα μὲν τὰ κατὰ τὴν ἀγορὰν τῷ Συμεώνῃ. Ἦσαν δὲ αὐτῷ τινες συνήθεις οἷς καὶ παρενέβαλλεν, οὐδὲν ὅλως ὑποκρινόμενος. Τῶν τοίνυν συνήθων αὐτῷ ἦν τινι θεράπαινα, ἣ πρός τινος ἐκπορνευθεῖσα καὶ κυοῦσα, ἐπειδὴ τὸν τοῦτο δεδρακότα παρὰ τῶν δεσποτῶν ἐξειπεῖν ἠναγκάζετο, τὸν Συμεώνην ἔλεγεν σκοτίως αὐτῇ συμπλακῆναι, ἀπ’ αὐτοῦ τε κυοφορεῖν, καὶ ὀμεῖσθαι ἦ μὴν ταῦτα οὕτως ἔχειν, εἰ δέοι δὲ καὶ διελέγχειν. Ὅπερ ἐπειδὴ ὁ Συμεώνης ἠκηκόει, συνετίθετο, σάρκα φορεῖν εἰπὼν τὸ εὐόλισθον χρῆμα. Ἐπειδὴ δὲ παρὰ πᾶσι τοῦτο τεθρύλητο, καὶ πολλὴν ὦφλε τὴν αἰσχύνην ὁ Συμεώνης ὡς ἐδόκει, ὑπέστελλεν ἑαυτὸν καὶ τὸν αἰδούμενον ὑπεκρίνετο. Ὡς δ’ οὖν ἡ κυρία τῇ κυούσῃ ἧκε, καθῆστό τε τὰ εἰωθότα, ἡ μὲν ὠδὶς σφοδρότερον καὶ πολλὴν καὶ ἀνύποιστον τὴν ἀλγηδόνα κατεργαζομένη ἐς ἔσχατον κινδύνου τὴν ἄνθρωπον κατήγαγεν, ὁ δὲ τόκος οὐδαμῆ προέκοπτεν. Ἐπειδὴ οὖν τὸν Συμεώνην ἐξεπίτηδες ἀφιγμένον ἱκέτευον προσεύξασθαι, ἀναφανδὸν εἶπε μὴ πρότερον ἀποτέξειν τὸ γύναιον, πρὶν ἂν εἴποι τίς ὁ φύσας τὸ κυοφορούμενον εἴη. Ὅπερ ἐπειδὴ πέπραχε, καὶ τὸν ὄντως ἀνεῖπε πατέρα, εὐθὺ τὸ βρέφος ἐξήλατο, ὑπὸ τῆς ἀληθείας μαιευθέν. Οὗτός ποτε εἴς τι δωμάτιον ἑταίρας εἰσεληλυθὼς ὤφθη, καὶ τὴν θύραν ἀποκλείσας μόνος πρὸς μόνην ἐχρόνιζεν. Ὡς γοῦν ἀνακλίνας τὴν θύραν ἀπιὼν ᾤχετο, πανταχῆ θεώμενος μή τις αὐτὸν ὁρῴη, ἐπὶ μεῖζον τὰ τῆς ὑπονοίας ἤρθη ὡς τοὺς ἑωρακότας ἀγαγεῖν τὴν ἄνθρωπον, καὶ πυνθάνεσθαι τί τε εἰσιτητὰ τῷ Συμεώνῃ παρ’ αὐτὴν εἴη καὶ ἡ τοσαύτη τοῦ καιροῦ τριβή. Ἡ δὲ διώμνυτο τρίτην ἀπ’ ἐκείνης ἡμέραν μηδενὸς ἀπογεύσασθαι ἀπορίᾳ τῶν ἀναγκαίων ἣ μόνον ὕδατος, τὸν δὲ ὄψα τε κομίσαι καὶ σιτία καὶ οἴνου τι ἄγγος, καὶ τὴν θύραν ἀποκλείσαντα τράπεζαν παραθεῖναι δειπνίσαι τε ταύτην, ἐγκελευσάμενον τῆς θοίνης ἐμπλησθῆναι, ἱκανῶς τῇ ἀφέξει τῆς τροφῆς πιανθεῖσαν· καὶ τὰ λείψανα τῶν ἀποκομισθέντων προέφερεν. Ἀλλὰ γὰρ καὶ τοῦ κλόνου τοῦ τὴν παραλίαν Φοινίκην κατασείσαντος παρὰ πόδας ὄντος, ἡνίκα ἥ τε Βηρυτίων Βιβλίων τε καὶ Τριπολιτῶν μάλιστα πεπόνθασιν, ῥυτῆρα τῇ χειρὶ μετεωρίζων ἔτυπτε τῶν κιόνων τοὺς πλείους ἀνὰ τὴν ἀγοράν· Στῆτε, βοῶν, ὀρχήσασθ’ ἔχετε. Ἐπεὶ τοίνυν οὐδὲν τἀνδρὸς ἦν πάρεργον, οἱ τούτοις περιτυχόντες τὸν νοῦν ἐτίθεσαν τίνας τῶν κιόνων μὴ τύπτων παρῄει. Οἳ καὶ μετ’ οὐ πολὺ πεπτώκασιν, ἔργον τῶν σεισμῶν γενόμενοι. Πολλὰ δὲ καὶ ἕτερα πέπραχεν, ἃ καὶ πραγματείας ἰδιαζούσης δεῖται.

---

Evagrius, Scholasticus, Historia Ecclesiastica, ed. Joseph Bidez, Leon Parmentier. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2733.tlg001.local001/.
