# Historia Ecclesiastica 5.12

Evagrius, Scholasticus, Historia Ecclesiastica, Book 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/evagrius-scholasticus/historia-ecclesiastica/5.12

Βουλεύεται τοίνυν βουλὴν ἐπίκαιρον καὶ τοῖς πράγμασιν ἁρμοδίαν, ἣ τὸ πᾶν ἀνώρθωσε πταῖσμα. Τραϊανὸν γὰρ παρὰ τὸν Χοσρόην ἐκπέμπουσιν, ἄνδρα λόγιον τῆς συγκλήτου βουλῆς πολιᾷ τε καὶ συνέσει τοῖς πᾶσι τίμιον, οὐκ ἐκ προσώπου τῆς βασιλείας οὐδὲ μὴν τῆς πολιτείας τὴν πρεσβείαν ἀνύσοντα, ὑπὲρ δέ γε μόνης Σοφίας τὰς διαλέξεις ποιησόμενον. Γέγραφε δὲ καὶ αὐτὴ πρὸς Χοσρόην, τάς τε συμφορὰς τἀνδρὸς ποτνιωμένη τό τε τῆς πολιτείας ἄναρχον, καὶ ὡς οὐ δέοι χήρᾳ γυναικὶ καὶ βασιλεῖ κειμένῳ καὶ ἐρήμῃ πολιτείᾳ ἐπεμβαίνειν· καὶ αὐτὸν γὰρ νοσήσαντα μὴ μόνον τῶν παραπλησίων τυχεῖν,ἀλλὰ γὰρ καὶ τοὺς πάντων ἀρίστους ἰατροὺς πρὸς τῆς Ῥωμαίων πολιτείας παρ’ αὐτὸν πεμφθῆναι, οἳ καὶ τὴν νόσον διέλυσαν. Πείθεται τοίνυν ὁ Χοσρόης· καὶ μέλλων ὅσον οὔπω τοῖς Ῥωμαίων ἐπιτίθεσθαι πράγμασι, ἐκεχειρίαν ποιεῖται τριῶν χρόνων ἐν τοῖς ἑῴοις μέρεσι, δόξαν τὴν Ἀρμενίαν ἐν τοῖς παραπλησίοις μεῖναι, ὡς ἂν αὐτοῦ πολεμῷεν, μηδενὸς τὰ ἑῷα παρενοχλοῦντος. Τούτων κατὰ τὴν ἑῷαν πεπραγμένων, τὸ Σίρμιον πρὸς τῶν Ἀβάρων ἑάλω, πρώην μὲν ὑπὸ Γηπαίδων κρατούμενον, Ἰουστίνῳ δὲ πρὸς αὐτῶν παραδοθέν.

---

Evagrius, Scholasticus, Historia Ecclesiastica, ed. Joseph Bidez, Leon Parmentier. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2733.tlg001.local001/.
