# Historia Ecclesiastica 5.13

Evagrius, Scholasticus, Historia Ecclesiastica, Book 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/evagrius-scholasticus/historia-ecclesiastica/5.13

Ἐν τοσούτῳ δὲ Καίσαρα Τιβέριον βουλεύμασι Σοφίας Ἰουστῖνος ἀναγορεύει, τοιαῦτα κατὰ τὴν ἀνάρρησιν ἐπιφθεγξάμενος ἃ πᾶσαν ἐκβέβηκε παλαιάν τε καὶ νέαν ἱστορίαν, τοῦ φιλανθρώπου θεοῦ ἐνδόντος καιρὸν Ἰουστίνῳ τάς τε οἰκείας ἐξειπεῖν ἁμαρτίας τά τε χρηστὰ εἰσηγήσασθαι ὑπὲρ τοῦ τῇ πολιτείᾳ συνοίσοντος. Ἀθροισθέντων γὰρ ἐν τῇ ὑπαίθρῳ αὐλῇ, ἔνθα παλαιὸν ἔθος λέγει τὰ τοιαῦτα γίνεσθαι, τοῦ τε ἀρχιερέως Ἰωάννου, οὗ πρόσθεν ἐμνήσθημεν, καὶ τῶν ἀμφ’ αὐτὸν τῶν τε ἐν ἀξιώσεσι τελούντων καὶ τῶν περὶ τὴν αὐλὴν στρατευομένων, τὸν βασιλικὸν χιτῶνα ἐνδιδύσκων Τιβέριον καὶ τὴν χλαῖναν περιτιθείς, ἀναφανδὸν κεκραγὼς ἐξεῖπεν· Μὴ πλανάτω σε τῆς ἀμπεχόνης ἡ φαντασία, μηδὲ τῶν ὁρωμένων ἡ σκηνή, οἷς ὑπαχθεὶς ἔλαθον ἐμαυτὸν ταῖς ἐσχάταις ποιναῖς ὑπόδικος γενόμενος. Ἀνόρθωσον τὰς ἐμὰς ἁμαρτάδας, διὰ πάσης εὐπαθείας ἄγων τὸ πολίτευμα. Καὶ τοὺς ἄρχοντας δὲ δεικνὺς ἔλεγεν ἥκιστα χρῆναι τούτοις πείθεσθαι, προσθεὶς ὡς αὐτοί με ἐς ἅπερ ὁρᾷς ἤγαγον, καὶ ἕτερα τοιαῦτα ἅπερ ἅπαντας ἐς κατάπληξιν καὶ δακρύων ἄμετρον χύσιν ἤγαγεν. Ἦν δέ γε ὁ Τιβέριος μέγιστός τε τὸ σῶμα καὶ ἐς ὑπεροχὴν εὐπρεπέστατος μᾶλλον ἤπερ τις εἴκασεν οὐ βασιλέων μόνων, ἀλλὰ καὶ πάντων ἀνθρώπων· ὡς πρῶτον μὲν τὸ εἶδος ἄξιον τυραννίδος εἶναι. Τὴν δὲ ψυχὴν ἤπιός τε καὶ φιλάνθρωπος, εὐθὺς ἀπὸ τοῦ βλέμματος ἅπαντας δεξιούμενος, πλοῦτον ἡγούμενος τὸ πᾶσιν ἐπαρκεῖν περὶ τὰς ἐπιδόσεις οὐ πρὸς μόνην τὴν χρείαν, ἀλλὰ καὶ κατὰ τὸ περιούσιον. Οὐ γὰρ ὅ τι λαβεῖν ὤφειλον οἱ δεόμενοι τοῦτο διεσκόπει, ἀλλ’ ὅπερ βασιλέα Ῥωμαίων δοῦναι προσήκει· κίβδηλον δὲ τὸν χρυσὸν ἡγεῖτο τὸν ἐκ δακρύων ἥκοντα. Ὅθεν ἀμέλει τήν τε δασμολογίαν τοῖς συντελοῦσι ἐπαφῆκεν ἑνὸς τέλεον χρόνου, τάς τε κτήσεις αἷσπερ ὁ Ἀδραμαὰν ἐλυμήνατο, τῶν ἐπικειμένων τελῶν οὐ πρός τι μέτρον τῆς βλάβης, ἀλλὰ καὶ πολλῷ καθυπέρτερον ἠλευθέρωσεν. Ἀφείθησαν δὲ καὶ τοῖς ἄρχουσι αἱ ἄθεσμοι ʽ??ʼ δόσεις, αἷς πρώην οἱ βασιλεῖς τοὺς ὑπηκόους ἐπίπρασκον· καὶ ὑπὲρ τούτων καὶ διατάξεις ἔγραψε, καὶ τὸ μέλλον κατασφαλισάμενος.

---

Evagrius, Scholasticus, Historia Ecclesiastica, ed. Joseph Bidez, Leon Parmentier. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2733.tlg001.local001/.
