Ancient Greek
Book 5
Evagrius, Scholasticus, Historia Ecclesiastica 5.2
Not analysed yet
Μετὰ πολλῆς τοιγαροῦν τῆς ἔξωθεν φιλοφροσύνης ὁ Ἰουστῖνος τὸν Ἰουστῖνον δεξιωσάμενος, καὶ κατὰ σμικρὸν αἰτίας ἐπιπλάττων, καὶ τοὺς ὑπασπιστὰς καὶ δορυφόρους καὶ σωματοφύλακας παραιρούμενος τάς τε παρ’ αὐτοῦ προόδους εἴργων, καθῆστο γὰρ οἴκοι Ἰουστίνου κελεύσμασιν,ἐς τὴν Ἀλεξάνδρου μεγάλην ἐξοικίζεται πόλιν· αὐτοῦ τε δειλαίως ἀναιρεῖται πόρρω τῶν νυκτῶν, ἔτι κλινοπετὴς ὑπάρχων, ταύτην ἀμοιβὴν τῆς ἐς τὸ πολίτευμα εὐνοίας καὶ τῶν ἐς τοὺς πολέμους ἀνδραγαθημάτων κομισάμενος. Καὶ οὐ πρότερον ἀνεῖσαν τοῦ θυμοῦ ἢ τῆς ζεούσης μήνιδος ἐνεφορήθησαν, μέχρις οὗ τὴν κεφαλὴν ἀποτμηθεῖσαν αὐτός τε καὶ ἡ τούτου σύνοικος Σοφία ἐθεάσαντο, καὶ τοῖς ποσὶν ἐξελάκτισαν.