# Historia Ecclesiastica 5.3

Evagrius, Scholasticus, Historia Ecclesiastica, Book 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/evagrius-scholasticus/historia-ecclesiastica/5.3

Οὐ μετ’ οὐ πολὺ δὲ καὶ Αἰθέριον καὶ Ἀδδαῖον, τῆς μὲν συγκλήτου βουλῆς καθεστῶτε, μεγάλα δὲ καὶ πρωτεῖα παρ’ Ἰουστινιανῷ ἐσχηκότε, ἐς κριτήριον ἐπὶ καθοσιώσει ἐκδέδωκεν. Ὧν ὁ μὲν Αἰθέριος συγκατετίθετο φαρμάκοις βουληθεὶς τὸν βασιλέα διαχρήσασθαι, κοινωνὸν τῆς τοιαύτης ἐγχειρήσεως καὶ ἐν πᾶσι συνεργὸν ἔχειν εἰπὼν τὸν Ἀδδαῖον. Ὁ δὲ ὅρκοις δεινοῖς διώμνυτο μηδὲν τούτων παντάπασιν εἰδέναι. Ἄμφω δ’ οὖν τὰς κεφαλὰς ἀπετμηθήτην, παρ’ αὐτὴν τὴν ἐκτομὴν τῆς κεφαλῆς Ἀδδαίου φήσαντος ἐν τούτοις μὲν συκοφαντηθῆναι, δίκαια δὲ πάσχειν πρὸς τῆς ἐφόρου τῶν ὁπωσοῦν δρωμένων δίκης· αὐτὸν γὰρ γοητείᾳ τὸν Θεόδοτον ὕπαρχον τῆς αὐλῆς ἀνελεῖν. Ἐγὼ δὲ εἰ μὲν ταῦθ’ οὕτως ἔχει, οὐκ ἔχω λέγειν, ἄμφω δὲ ἀλιτηρίω ἤστην· ὁ μὲν Ἀδδαῖος παιδομανῶν, Αἰθέριος δὲ διὰ πάσης ἰὼν συκοφαντίας, καὶ τάς τε τῶν ζώντων τῶν τε τελευτώντων τὰς οὐσίας ληϊζόμενος ὀνόματι τῆς βασιλικῆς οἰκίας, ἧς ἐπὶ Ἰουστινιανοῦ προὐστήκει. Καὶ ταῦτα μὲν ἔληξεν ὧδε.

---

Evagrius, Scholasticus, Historia Ecclesiastica, ed. Joseph Bidez, Leon Parmentier. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2733.tlg001.local001/.
