# Historia Ecclesiastica 5.4.1

Evagrius, Scholasticus, Historia Ecclesiastica, Book 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/evagrius-scholasticus/historia-ecclesiastica/5.4.1

Γράφει δὲ ὁ Ἰουστῖνος τοῖς ἑκασταχοῦ Χριστιανοῖς πρόγραμμα, αὐτοῖς ὀνόμασι τοῦτο· Ἐν ὀνόματι τοῦ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ ἡμῶν, αὐτοκράτωρ Καῖσαρ Φλάβιος Ἰουστῖνος, πιστὸς ἐν Χριστῷ, ἥμερος, μέγιστος, εὐεργέτης, Ἀλαμανικός, Γοτθικός, Γερμανικός, Ἀντικός, Φραγκικός, Ἐρουλλικός, Γηπαιδικός, εὐσεβής, εὐσεβής, εὐτυχής, ἔνδοξος, νικητής, τροπαιοῦχος, ἀεισέβαστος, Αὔγουστος. Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, φησὶν ὁ δεσπότης Χριστὸς ὁ ἀληθινὸς ἡμῶν θεός, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν, ὁ αὐτὸς κηρύττει πᾶσιν ἀνθρώποις. Οὐκ ἄλλο δὲ τοῦτό ἐστιν ἢ τοὺς πιστεύοντας εἰς αὐτὸν εἰς μίαν καὶ τὴν αὐτὴν ἐκκλησίαν συντρέχειν,ὁμοφρονοῦντας μὲν περὶ τὴν ὀρθὴν τῶν Χριστιανῶν δόξαν, ἀποστρεφομένους δὲ τοὺς τἀναντία λέγοντας ἢ δοξάζοντας. Πρώτη γὰρ σωτηρία καθέστηκε πᾶσιν ἀνθρώποις ἡ τῆς ὀρθῆς πίστεως ὁμολογία. Διὸ καὶ ἡμεῖς τοῖς εὐαγγελικοῖς κατακολουθοῦντες παραγγέλμασι καὶ τῷ ἁγίῳ συμβόλῳ,ἤτοι μαθήματι τῶν ἁγίων πατέρων, πρὸς μίαν καὶ τὴν αὐτὴν ἐκκλησίαν τε καὶ γνώμην προτρεπόμεθα πάντας συνελθεῖν, πιστεύοντες εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, τριάδα ὁμοούσιον, μίαν θεότητα ἤτοι φύσιν καὶ οὐσίαν λόγῳ καὶ πράγματι, καὶ μίαν δύναμιν καὶ ἐξουσίαν καὶ ἐνέργειαν, ἐν τρισὶν ὑποστάσεσιν ἤγουν προσώποις δοξάζοντες, εἰς ἃ βεβαπτίσμεθα, εἰς ἃ πεπιστεύκαμεν, καὶ οἷς συντετάγμεθα. Μονάδα γὰρ ἐν τριάδι καὶ τριάδα ἐν μονάδι προσκυνοῦμεν, παράδοξον ἔχουσαν καὶ τὴν διαίρεσιν καὶ τὴν ἕνωσιν· μονάδα μὲν κατὰ τὴν οὐσίαν ἤγουν θεότητα, τριάδα δὲ κατὰ τὰς ἰδιότητας ἤγουν ὑποστάσεις, ἤτοι πρόσωπα. Διαιρεῖται γὰρ ἀδιαιρέτως, ἵν’ οὕτως εἴπωμεν, καὶ συνάπτεται διῃρημένως. Ἓν γὰρ ἐν τρισὶν ἡ θεότης καὶ τὰ τρία ἕν, τὰ ἐν οἷς ἡ θεότης, ἢ τό γε ἀκριβέστερον εἰπεῖν, ἃ ἡ θεότης. Θεὸν τὸν πατέρα, θεὸν τὸν υἱόν, θεὸν τὸ ἅγιον πνεῦμα, ὅταν ἕκαστον πρόσωπον καθ’ ἑαυτὸ θεωρῆται, τοῦ νοῦ χωρίζοντος τὰ ἀχώριστα· θεὸν τὰ τρία μετ’ ἀλλήλων νοούμενα, τῷ ταὐτῷ τῆς κινήσεως καὶ τῆς φύσεως, ἐπειδὴ χρὴ καὶ τὸν ἕνα θεὸν ὁμολογεῖν, καὶ τὰς τρεῖς ὑποστάσεις ἤγουν ἰδιότητας κηρύττειν. Ὁμολογοῦμεν δὲ αὐτὸν τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ τὸν θεὸν Λόγον τὸν πρὸ αἰώνων καὶ ἀχρόνως ἐκ τοῦ πατρὸς γεννηθέντα, οὐ ποιηθέντα, ἐπ’ ἐσχάτων δὲ τῶν ἡμερῶν δι’ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν, καὶ σαρκωθέντα ἐκ πνεύματος ἁγίου καὶ τῆς δεσποίνης ἡμῶν τῆς ἁγίας ἐνδόξου θεοτόκου καὶ ἀεὶ παρθένου Μαρίας, καὶ γεννηθέντα ἐξ αὐτῆς, ὅς ἐστιν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ εἶς τῆς ἁγίας τριάδος, συνδοξαζόμενος τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι. Οὐδὲ γὰρ τετάρτου προσώπου προσθήκην ἐπεδέξατο ἡ ἁγία τριάς, καὶ σαρκωθέντος τοῦ ἑνὸς τῆς ἁγίας τριάδος θεοῦ Λόγου· ἀλλ’ ἔστιν εἷς καὶ ὁ αὐτὸς ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁμοούσιος τῷ θεῷ καὶ πατρὶ κατὰ τὴν θεότητα, καὶ ὁμοούσιος ἡμῖν ὁ αὐτὸς κατὰ τὴν ἀνθρωπότητα, παθητὸς σαρκὶ καὶ ἀπαθὴς ὁ αὐτὸς ἐν θεότητι. Οὐ γὰρ ἄλλον τὸν θεὸν Λόγον τὸν θαυματουργήσαντα, καὶ ἄλλον τὸν παθόντα ἐπιστάμεθα· ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν ὁμολογοῦμεν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν τοῦ θεοῦ Λόγον, σαρκωθέντα καὶ τελείως ἐνανθρωπήσαντα, καὶ ἑνὸς καὶ τοῦ αὐτοῦ τά τε θαύματα καὶ τὰ πάθη ἅπερ ἑκουσίως ὑπέμεινεν σαρκὶ διὰ τὴν ἡμετέραν σωτηρίαν. Οὐ γὰρ ἄνθρωπός τις ἑαυτὸν ὑπὲρ ἡμῶν δέδωκεν, ἀλλ’ αὐτὸς ὁ θεὸς Λόγος ἀτρέπτως γενόμενος ἄνθρωπος, τό τε ἑκούσιον πάθος καὶ τὸν θάνατον ὑπὲρ ἡμῶν σαρκὶ κατεδέξατο. Καὶ θεὸν τοίνυν αὐτὸν ὁμολογοῦντες, οὐκ ἀθετοῦμεν τὸ εἶναι αὐτὸν καὶ ἄνθρωπον· καὶ ἄνθρωπον αὐτὸν ὁμολογοῦντες, οὐκ ἀρνούμεθα τὸ εἶναι αὐτὸν καὶ θεόν. Ὅθεν ἕνα καὶ τὸν αὐτὸν ἐξ ἑκατέρας φύσεως, θεότητος καὶ ἀνθρωπότητος, σύνθετον τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ὁμολογοῦντες, σύγχυσιν τῇ ἑνώσει οὐκ ἐπεισάγομεν. Οὐ γὰρ ὅτι γέγονε καθ’ ἡμᾶς ἄνθρωπος, τὸ εἶναι θεὸς ἀπολέσει· οὔτε μὴν ὅτι θεὸς κατὰ φύσιν ἐστί, καὶ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ἀπαράδεκτον ἔχει, καὶ τὸ ἄνθρωπος εἶναι παραιτήσεται. Μεμένηκεν δὲ ὥσπερ ἐν ἀνθρωπότητι θεός, οὕτω καὶ ἐν ὑπεροχῇ θεότητος ὢν ἄνθρωπος οὐδὲν ἧττον, ἄμφω δὲ ὢν ἐν ταὐτῷ, καὶ εἷς θεός τε ὁμοῦ καὶ ἄνθρωπος ὁ Ἐμμανουήλ. Τὸν αὐτὸν δὲ ὁμολογοῦντες ἐν θεότητι τέλειον καὶ ἐν ἀνθρωπότητι τέλειον, ἐξ ὧν καὶ συνετέθη, διαίρεσιν μὲν τὴν ἀνὰ μέρος ἢ τομὴν οὐκ ἐπιφέρομεν τῇ μιᾷ αὐτοῦ συνθέτῳ ὑποστάσει, τὴν δὲ διαφορὰν τῶν φύσεων σημαίνομεν, οὐκ ἀναιρουμένην διὰ τὴν ἕνωσιν. Οὔτε γὰρ ἡ θεία φύσις εἰς τὴν ἀνθρωπείαν μετεβλήθη, οὔτε ἡ ἀνθρωπεία φύσις εἰς τὴν θείαν ἐτράπη. Νοουμένης δὲ μᾶλλον καὶ ὑπαρχούσης ἑκατέρας ἐν τῷ τῆς ἰδίας φύσεως ὅρῳ τε καὶ λόγῳ πεπρᾶχθαί φαμεν τὴν ἕνωσιν καθ’ ὑπόστασιν. Ἡ δὲ καθ’ ὑπόστασιν ἕνωσις δηλοῖ ὅτι ὁ θεὸς Λόγος, τουτέστιν ἡ μία ὑπόστασις τῶν τριῶν τῆς θεότητος ὑποστάσεων, οὐ προϋποστάντι ἀνθρώπῳ ἡνώθη, ἀλλ’ ἐν τῇ γαστρὶ τῆς δεσποίνης ἡμῶν τῆς ἁγίας καὶ ἐνδόξου θεοτόκου καὶ ἀεὶ παρθένου Μαρίας ἐδημιούργησεν ἑαυτῷ ἐξ αὐτῆς ἐν τῇ ἰδίᾳ ὑποστάσει σάρκα ὁμοούσιον ἡμῖν καὶ ὁμοιοπαθῆ κατὰ πάντα, χωρὶς ἁμαρτίας, ἐψυχωμένην ψυχῇ λογικῇ καὶ νοερᾷ. Ἐν αὐτῷ γὰρ ἔσχεν τὴν ὑπόστασιν καὶ γέγονεν ἄνθρωπος, καὶ ἔστιν εἷς καὶ ὁ αὐτὸς κύριος ἡμῶν Ἰησοῦς Χριστὸς συνδοξαζόμενος τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι. Ἐννοοῦντες δὲ αὐτοῦ τὴν ἄφραστον ἕνωσιν, ὀρθῶς ὁμολογοῦμεν μίαν φύσιν τοῦ θεοῦ Λόγου σεσαρκωμένην σαρκὶ ἐψυχωμένῃ ψυχῇ λογικῇ τε καὶ νοερᾷ. Καὶ πάλιν ἐν θεωρίᾳ λαμβάνοντες τὴν τῶν φύσεων διαφορὰν δύο ταύτας εἶναι λέγομεν, διαίρεσιν οὐδεμίαν εἰσάγοντες. Ἑκατέρα γὰρ φύσις ἐστὶν ἐν αὐτῷ. Ὅθεν ἕνα καὶ τὸν αὐτὸν ὁμολογοῦμεν Χριστόν, ἕνα υἱόν, ἓν πρόσωπον, μίαν ὑπόστασιν, θεόν τε ὁμοῦ καὶ ἄνθρωπον.Πάντας δὲ τοὺς παρὰ ταῦτα φρονήσαντας ἢ φρονοῦντας ἀναθεματίζομεν, ἀλλοτρίους εἶναι κρίνοντες τῆς ἁγίας τοῦ θεοῦ καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας. Τῶν ὀρθῶν τοίνυν δογμάτων τῶν παρὰ τῶν ἁγίων πατέρων παραδεδομένων ἡμῖν κηρυττομένων, προτρέπομεν ὑμᾶς ἅπαντας εἰς μίαν καὶ τὴν αὐτὴν καθολικὴν καὶ ἀποστολικὴν ἐκκλησίαν συντρέχειν, μᾶλλον δὲ καὶ παρακαλοῦμεν — οὐ γὰρ ὀκνήσαιμεν, κἂν ἐν ὑπεροχῇ βασιλείας ἐσμέν, καὶ τοιούτοις χρήσασθαι ῥήμασιν ὑπὲρ τῆς τῶν Χριστιανῶν ἁπάντων ὁμοφροσύνης τε καὶ ἑνώσεως, ἐκ τοῦ μίαν ἁπάντων δοξολογίαν ἀναπέμπεσθαι τῷ μεγάλῳ θεῷ καὶ σωτῆρι ἡμῶν Ἰησοῦ Χριστῷ — τοῦ δὲ λοιποῦ μηδένα προφασιζόμενον πρόσωπα ἢ συλλαβὰς ζυγομαχεῖν, ὅτι πρὸς μίαν καὶ τὴν αὐτὴν ὀρθὴν ἔννοιάν τε καὶ πίστιν αἱ συλλαβαὶ φέρουσι· τοῦ μέχρι νῦν κρατοῦντος ἔθους τε καὶ σχήματος ἐν τῇ ἁγίᾳ τοῦ θεοῦ καθολικῇ καὶ ἀποστολικῇ ἐκκλησίᾳ διὰ πάντων βεβαίου τε καὶ ἀκαινοτομήτου, καὶ εἰς τὸν ἑξῆς ἅπαντα μένοντος χρόνον. Τούτῳ μὲν οὖν ἅπαντες τῷ ἰδίκτῳ συγκατετίθεντο, ὀρθοδόξως ἐκπεφωνῆσθαι λέγοντες· οὐδὲν δὲ τῶν διερρωγότων ὅλως ἡνώθη, διότι ῥητῶς ἐπεσημήνατο τὸ βέβαιον καὶ ἀκαινοτόμητον ταῖς ἐκκλησίαις πεφυλάχθαι καὶ κατὰ τὸν ἑξῆς ἐπιρρέοντα χρόνον.

---

Evagrius, Scholasticus, Historia Ecclesiastica, ed. Joseph Bidez, Leon Parmentier. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2733.tlg001.local001/.
