# Historia Ecclesiastica 6.12

Evagrius, Scholasticus, Historia Ecclesiastica, Book 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/evagrius-scholasticus/historia-ecclesiastica/6.12

Ἐγὼ μέν, ὦ ἄνδρες Ῥωμαῖοι τὴν προσηγορίαν καὶ τὰ πράγματα, ᾤμην ἐκ παλαιοῦ τὴν ὑμῶν παρ’ ἡμᾶς ἄφιξιν ἔσεσθαι, κοινωσομένων τὰ παρόντα, βουλήν τε ληψομένων ἣν ἡ πρὸς ὑμᾶς εὔνοια κατεπαγγέλλεται, τοῖς προλαβοῦσιν οὐκ ἐνδοιαστῶς βεβαιωθεῖσα, ὅτε τὸν νηίτην ὑμῶν κλόνον καὶ τὸν ἐντεῦθεν σάλον τοῖς ἐπιτηδείοις ἐδεξιούμην. Ἀλλ’ ἐπεὶ μέχρι τοῦδε παρῶπται, ἴσως ἄνωθεν οὐκ ἐνδοσίμου γενομένου ἵνα Πέρσαι μὲν τὴν Ῥωμαίων τέλεον ἀνδρείαν ἐκμάθοιεν πρὸς ἀνδρῶν ἀστρατηγήτων ἐκπολεμηθέντες, ἡ δέ γε ὑμῶν ἀκραιφνὴς εὔνοια διὰ πάντων βεβαιωθείη τῷ καιρῷ βασανισθεῖσα καὶ τοῖς ἔργοις μαρτυρηθεῖσα — δεδείχατε γὰρ ὡς εἰ καὶ πρὸς τοὺς στρατηγήσαντας ὑμῶν τὴν λύπην ἐκληρώσασθε, οὐδὲν ὑμῖν τοῦ πολιτεύματος προὐργιαίτερον — , φέρε νῦν περὶ τῶν πρακτέων σκοπήσωμεν. Βασιλεὺς ὑμᾶς προσκαλεῖται, πάντων τῶν ἡγησαμένων ἀμνηστίαν κατεπαγγελλόμενος, τὴν ἐς τὴν πολιτείαν ὑμῶν εὔνοιαν καὶ τὴν παρὰ τὸν πόλεμον ἀνδρείαν ἐς ἱκετηρίαν καὶ θαλλοὺς δεξάμενος, ταῦτα δοὺς ὑμῖν τῆς ἀφέσεως ἐνέχυρα πάντων ἀσφαλέστατα· καί φησιν ὡς εἰ ὁ θεὸς τῇ εὐνοίᾳ τὸ πλέον δέδωκε, καὶ τῶν ἁμαρτάδων ἐξωσθεισῶν ἡ ἀνδρεία διεφάνη, σαφὴς ἔλεγχος τῆς συγχωρήσεως γενομένη, πῶς οὐχ ἕψομαι τῇ θείᾳ κρίσει,εἴπερ καρδία βασιλέως ἐν χειρὶ θεοῦ καὶ οὗ ἂν θέλῃ κλίνει αὐτήν. Ὑπείξατέ μοι οὖν, ὦ Ῥωμαῖοι, τάχιστα, καὶ μὴ καταπροδῶμεν τὸν παρόντα καιρόν, μηδὲ παρολισθήσῃ διαμαρτών. Μισεῖ γὰρ κρατεῖσθαι διαδραμών, καὶ ὥσπερ ἀγανακτῶν ὅτι γε παρώφθη, δὶς ληπτὸς εἶναι καθάπαξ οὐκ ἀνέχεται. Κληρονομήσατε οὖν τοὺς πατέρας τῆς εὐηκοΐας ὥσπερ τῆς ἀνδρείας ἐκληρονομήσατε, ἵνα διὰ πάντων Ῥωμαῖοι δειχθῆτε, καὶ μηδεὶς ὑμῶν ἅψηται μῶμος ἢ νενοθευμένους ὑμᾶς παῖδας δείξῃ. Ὑπὸ τοῖς ὑπάτοις καὶ βασιλεῦσι ταττόμενοι οἱ ὑμᾶς φύσαντες πειθοῖ καὶ ἀνδρείᾳ τὸ οἰκούμενον ἅπαν προσεκτήσαντο. Μάλλιος Τουρκουᾶτος τὸν παῖδα στεφανώσας ἀνεῖλεν, ἀνδρισάμενον μέν, ἀπειθήσαντα δέ. Τῶν γὰρ ἀγόντων εὐβουλία καὶ τῶν ἀγομένων εὐπείθεια μεγάλα πεφύκασιν ἀγαθὰ κατεργάζεσθαι. Θάτερον δὲ τοῦ ἑτέρου χηρεῦον χωλεύει καὶ περιτρέπεται καὶ σφάλλεται πάντως, τῆς ἀρίστης ξυνωρίδος διαλυομένης. Μὴ οὖν μέλλετε, πείσθητε δέ μοι, ἱερωσύνης βασιλείᾳ καὶ στρατῷ μεσιτευούσης· καὶ δείξατε ὡς οὐ τυραννὶς τὰ ὑμέτερα, ἀλλὰ δικαία πρὸς μικρὸν ἀγανάκτησις κατὰ τῶν ἀδικησάντων ὑμᾶς στρατηγῶν. Εἰ γὰρ μὴ τὴν ταχίστην προσδράμοιτε, ἐγὼ μὲν ἐξοσιώσομαι καὶ τὴν ἐς τὴν πολιτείαν εὔνοιαν, καὶ τὴν ἐς ὑμᾶς φιλίαν, ὑμεῖς δὲ σκοπεῖτε ποῖα τῶν τυράννων τὰ τέλη. Ποῖ γὰρ καὶ περανεῖτε τὰ παρόντα; Ἀθρόους εἶναι τῶν ἀδυνάτων· πόθεν γὰρ ἡ τῶν ὡραίων συγκομιδή, ἢ ὧν ἐς ἀντίληψιν ἡ θάλασσα τῇ ἠπείρῳ δίδωσιν, εἰ μή γε πολεμοῦντες Χριστιανοὺς καὶ πολεμούμενοι, τὰ πάντων αἴσχιστα δράσοιτε καὶ πείσοισθε; Καὶ ποῖ τὸ τέλος σποράδες γενόμενοι βιοτεύσοιτε; Αὐτόθεν παρὰ πόδας ἡ δίκη, συγγνώμην τοῦ λοιποῦ νέμειν οὐκ ἀνεχομένη. Δόντες οὖν δεξιὰς καὶ ἑαυτοῖς καὶ τῷ πολιτεύματι τὸ συνοῖσον σκοπήσωμεν, ὅταν καὶ τὰς ἡμέρας τοῦ σωτηρίου πάθους καὶ τῆς παναγίας ἀναστάσεως Χριστοῦ τοῦ θεοῦ συνεπιλαμβανομένας ἔχωμεν.

---

Evagrius, Scholasticus, Historia Ecclesiastica, ed. Joseph Bidez, Leon Parmentier. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2733.tlg001.local001/.
