# Historia Ecclesiastica 6.13

Evagrius, Scholasticus, Historia Ecclesiastica, Book 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/evagrius-scholasticus/historia-ecclesiastica/6.13

Τοσαῦτα εἰπὼν καὶ πλεῖστά γε ἐπιδακρύσας, ὥσπερ ἐκ θείας τινὸς ῥοπῆς ἁπάντων τὰς γνώμας ἐν ἀκαρεῖ μετατέθεικεν· οἵπερ ἐξῄτησαν ὑπεξελθεῖν τοῦ συλλόγου καὶ καθ’ αὑτοὺς περὶ τῶν πρακτέων βουλεύσασθαι. Ἧκον τοίνυν οὐ μετὰ πολὺ σφᾶς αὐτοὺς τῷ ἱερεῖ ἐγχειρίσαντες. Καὶ δῆτα Φιλιππικὸν αὐτοῖς ἐξονομάσαντος ἵν’ αὐτοὶ στρατηγὸν σφίσιν ἐξαιτήσωσι, ὅρκοις δεινοῖς ἔφασκον περὶ τούτου διομόσασθαι καὶ τὸ σύμπαν στράτευμα. Ὁ δέ, μηδὲ πρὸς τοῦτο μελλήσας ἢ ὅλως ἐλινύσας, ἱερεὺς ἔφη κατὰ συγχώρησιν εἶναι ἐξουσίαν τε ἔχειν λύειν καὶ δεσμεῖν ἐπὶ γῆς τε καὶ οὐρανοῦ, καὶ τῆς θείας ἀπεμνημόνευε φωνῆς. Ἐνδόντων δὲ καὶ πρὸς τοῦτο, τὸν θεὸν λιταῖς καὶ προσευχαῖς ἐξωσιοῦτο· καὶ τοῦ ἀχράντου αὐτοῖς μεταδοὺς σώματος — ἧν γὰρ ἡ πάνσεπτος ἡμέρα δευτέρα ἡ τῷ ἁγίῳ ἐγγίζουσα πάθει — , πάντας δειπνίσας ἀμφὶ τοὺς δισχιλίους, στιβάδων ἐπὶ τῆς πόας σχεδιασθεισῶν, ὑπέστρεφε κατὰ τὴν ἑξῆς. Ἔδοξε δὲ αὐτοὺς συλλεγῆναι ᾗ βούλοιντο. Μεταπέμπεται τοιγαροῦν Φιλιππικόν, ἐν Ταρσοῖς τῶν Κιλίκων διάγοντα ἐπειγόμενόν τε κατὰ τὴν βασιλέως, ἀναγαγὼν τῇ βασιλείᾳ περὶ τούτων στείλας τε καὶ τὰς παρὰ τοῦ στρατοῦ περὶ Φιλιππικοῦ δεήσεις. Ὑπαντῶσι τοίνυν τῷ Φιλιππικῷ κατὰ τὴν Θεουπολιτῶν γενομένῳ, καὶ τοὺς ἠξιωμένους τῆς θείας παλιγγενεσίας εἰς ἱκετείαν προσλαβόμενοι προσπίπτουσιν αὐτῷ· καὶ δεξιὰς ἀμνηστίας λαβόντες σὺν αὐτῷ τὰς ἐπιστρατεύσεις ποιοῦνται. Οὕτω μὲν δὴ προκεχωρήκει ταῦτα.

---

Evagrius, Scholasticus, Historia Ecclesiastica, ed. Joseph Bidez, Leon Parmentier. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2733.tlg001.local001/.
