Ancient Greek
Book 6
Evagrius, Scholasticus, Historia Ecclesiastica 6.14
Not analysed yet
Σίττας δέ τις τῶν ἐν Μαρτυροπόλει δεκαδάρχων, πρός τινα τῶν αὐτόθι στρατιωτικῶν ἀρχόντων λυπηθεὶς καταπροδίδωσι τὴν πόλιν, τὴν ἀπόλειψιν τῶν ἐγκαθημένων αὐτὴν στρατιωτῶν ἐπιτηρήσας· καὶ λόχον Περσικὸν ὡς Ῥωμαῖον εἰσαγαγὼν τὴν πόλιν κατέσχεν ἐπικαιροτάτην Ῥωμαίοις καθεστῶσαν, τὰ μὲν πολλὰ τῶν γυναίων τῶν σφριγώντων εἴσω κρατήσας, ἅπαντας δὲ τοὺς ἄλλους χωρὶς ἐνίων οἰκετῶν ἐξελάσας. Εὐθέως μὲν οὖν ὁ Φιλιππικὸς αὐτοῦ τὴν ἔλασιν ἐποιεῖτο, καὶ περικαθίσας τὴν πόλιν ἐπολιόρκει, οὐδὲν τῶν ἐς πολιορκίαν ἐπιτηδείων ἔχων· ὅμως δ’ οὖν ἐκ τῶν παρόντων αὐτῷ διεμάχετο, καί τινας διώρυχας ἐργασάμενος ῥίπτει τῶν πύργων ἕνα. Οὐ μὴν τὴν πόλιν ἐξίσχυσε παραστήσασθαι, τῶν Περσῶν διανυκτερευσάντων καὶ τὸ πεπτωκὸς κατασφαλισαμένων. Ὡς δὲ συχνὰ προσβαλόντες οἱ Ῥωμαῖοι τῷ τείχει ἀπεκρούοντο —ἐπίσκοπα γὰρ ἐξ ὑπερδεξίων ἐφέρετο κατ’ αὐτῶν τὰ βέλη, καὶ πλέον ἐβλάπτοντο ἢ τοὺς ἔνδον ἐλύπουν —,λύουσι τὴν πολιορκίαν· καὶ σμικρὸν διαστάντες στρατοπεδεύονται, μόνον τὸ μὴ καὶ ἑτέρους προστεθῆναι Πέρσας ἐπιτηροῦντες. Κελεύμασι δὲ Μαυρικίου, καὶ Γρηγόριος ἀφικνεῖται πρὸς τὸ στρατόπεδον καὶ πείθει πρὸς τὴν πολιορκίαν ἐπανελθεῖν. Οὐ μήν τι πλέον ἐξεργάσασθαι οἷοί τε γεγόνασι, μηδενὸς τῶν ἑλεπόλεων μηχανῶν ὄντος. Ὅθεν διαλύεται μὲν ὁ στρατὸς διαχειμάσων, ἐς δὲ τὰ σύνεγγυς φρούρια συχναὶ φρουραὶ καταλιμπάνονται, ἵνα μὴ λαθόντες Πέρσαι τῇ πόλει ἐπεισέλθωσι. Καὶ κατὰ τὸ ἑξῆς δὲ θέρος ἀθροισθέντος τοῦ στρατεύματος καὶ Περσῶν ἐπιστρατευσάντων, γίγνεται μὲν ἀμφὶ Μαρτυρόπολιν μάχη καρτερά. Καὶ τὸ πλέον ἐσχηκότος Φιλιππικοῦ καὶ πολλῶν Περσῶν πεπτωκότων, ἑνὸς ἥρωος ἡσσηθέντος, ἱκανὴ πληθὺς Περσῶν ἐκπέπτωκεν ἐν Μαρτυροπόλει, ὃ καὶ μάλιστα διεσπουδάσθη αὐτοῖς. Ἐντεῦθεν πολιορκεῖν μὲν οἱ Ῥωμαῖοι τὴν πόλιν ἀπέγνωσαν —μηδὲ γὰρ δυνάμει ταύτην οἶόν τε παραστήσασθαι —,ἑτέραν δὲ ἀντανιστῶσι πόλιν ἀπὸ σταδίων ἑπτὰ ἐπὶ τὰ ὄρεια καὶ ἐρυμνότερα μέρη, ὡς ἐπιτεχνήσεις τινὰς καὶ ἀντεπιχειρήσεις ποιοῖντο. Καὶ ταῦτα μὲν θερίζοντες ἔπραττον, τῷ δὲ χειμῶνι διελύοντο.