# Historia Ecclesiastica 6.15

Evagrius, Scholasticus, Historia Ecclesiastica, Book 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/evagrius-scholasticus/historia-ecclesiastica/6.15

Καὶ πέμπεται τῆς ἡγεμονίας διάδοχος Κομεντίολος, Θρᾷξ γένος· ὃς κράτιστα Πέρσαις συνεπλάκη, καὶ μικροῦ τὸν βίον κατέστρεψε σὺν καὶ τῷ ἵππῳ καταρραγείς, εἰ μή τις τῶν δορυφόρων ἔν τινι τῶν παρόχων ἵππων ἐπιβιβάσας τῆς μάχης ὑπεξήγαγεν. Φεύγουσι δ’ οὖν οἱ περισωθέντες προτροπάδην, πάντας τοὺς σφετέρους ἡγεμόνας ἀποβαλόντες, καὶ κατὰ τὴν Νίσιβιν διασώζονται. Καὶ τὴν πρὸς τὸν σφῶν βασιλέα δεδιότες ἐπάνοδον — θάνατον γὰρ αὐτοῖς ἠπειλήκει, εἰ μὴ τοὺς ἡγεμόνας διασώσωσιν — , αὐτοῦ τὴν κατὰ Ὁρμίσδου τυραννίδα μελετῶσι, ἤδη καὶ Βαράμου στρατηγοῦ Περσῶν τοῦτο βουλεύοντος σὺν τοῖς ἀμφ’ αὐτόν, ἐκ τῆς τῶν Τούρκων συμπλοκῆς ἐπανιόντος. Ἐν τούτῳ δὲ Κομεντίολος τὴν Μαρτυρόπολιν περικαθήμενος τοὺς μὲν πολλοὺς αὐτοῦ καταλείπει, αὐτὸς δὲ σὺν καί τισιν ἀριστίνδην ἐκλεγεῖσιν ἐκτρέχει κατὰ τὸ Ὄκβας ὀχυρώτατον φρούριον, ἀντικρὺ Μαρτυροπόλεως ἐς τὴν ἀντιπέρας ὄχθην διακείμενον ἐπί τινος σκοπέλου ἀποτόμου, ὅθεν καὶ ἄποπτος ἡ πᾶσα καθειστήκει πόλις· καὶ πολιορκήσας πείρας τε οὐδὲν ἀνιεὶς καὶ τοῦ τείχους τινὰ διὰ καταπελτῶν ῥίψας, ὑπερκαταβὰς αἱρεῖ κατὰ κράτος τὸ φρούριον. Ὅθεν λοιπὸν καὶ ἐν ἀπογνώσει Πέρσαις τὰ Μαρτυροπόλεως καθειστήκει.

---

Evagrius, Scholasticus, Historia Ecclesiastica, ed. Joseph Bidez, Leon Parmentier. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2733.tlg001.local001/.
