# Historia Ecclesiastica 6.17

Evagrius, Scholasticus, Historia Ecclesiastica, Book 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/evagrius-scholasticus/historia-ecclesiastica/6.17

Ἐγκαθιστῶσι δὲ μετ’ αὐτὸν βασιλέα Χοσρόην τὸν τούτου παῖδα, καθ’ οὗ Βάραμος ἐπιστρατεύει μετὰ τῶν ἀμφ’ αὐτόν. Ὧιπερ ὑπαντιάζει μὲν ὁ Χοσρόης μετά τινος οὐκ ἀξιολόγου δυνάμεως, καὶ φεύγει, τοὺς οἰκείους ὁρῶν ἐθελοκακοῦντας. Ἀφικνεῖται δὲ κατὰ τὸ Κιρκήσιον, ὥς γε αὐτὸς ἔφη, τὸν θεὸν τῶν Χριστιανῶν ἐπικαλεσάμενος ἐκεῖσε τὸν ἵππον ἀπιέναι ἔνθα ἂν πρὸς αὐτοῦ ὁδηγοῖτο. Ἀφίκετο δὲ σὺν καὶ ταῖς γυναιξὶ καὶ παισὶ νεογνοῖς δύο καί τισι Περσῶν τῶν εὐγενῶν, οἵπερ αὐτῷ ἐθελονταὶ κατηκολούθουν· κἀκεῖθεν πρὸς βασιλέα Μαυρίκιον πρεσβεύεται. Ὁ δέ, κἀν τούτῳ πανάριστα βουλευσάμενος, καὶ τὸν ἀσταθῆ καὶ κόθορνον βίον καὶ τὰς ἀγχιστρόφους παλιρροίας τῆς τῶν ἀνθρώπων ζωῆς καὶ τούτῳ διαμετρησάμενος,δέχεται τὴν ἱκετείαν, καὶ ξένον ἀντὶ φυγάδος παῖδά τε ἀντὶ αὐτομόλου καθίστησι, δώροις βασιλικοῖς δεξιωσάμενος· οἷς ἐφιλοφρονήσατο οὐ μόνος αὐτὸς βασιλικῶς στείλας, ἀλλὰ καὶ τῆς βασιλίδος τὰ παραπλήσια περὶ τὰς ὁμοζύγους τοῦ Χοσρόου καὶ τῶν παίδων πρὸς τοὺς παῖδας πραξάντων.

---

Evagrius, Scholasticus, Historia Ecclesiastica, ed. Joseph Bidez, Leon Parmentier. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2733.tlg001.local001/.
