# Historia Ecclesiastica 6.24

Evagrius, Scholasticus, Historia Ecclesiastica, Book 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/evagrius-scholasticus/historia-ecclesiastica/6.24

Ἐπιτελευτᾷ δὲ αὖ μετ’ οὐ πολὺ καὶ Γρηγόριος, ποδαγρικῷ μὲν ἁλοὺς παθήματι ᾧ μάλιστα παρηνωχλεῖτο, φαρμακοποτήσας δὲ ἐκ τῆς καλουμένης ἑρμοδακτύλου πρός τινος τῶν Ἀσκληπιαδῶν δεδομένης. Τελευτᾷ δέ, Γρηγορίου μὲν τὴν πρεσβυτέραν Ῥώμην ἐπισκοποῦντος,ὃς μετὰ Πελάγιον γέγονε, τὴν δὲ νεωτέραν Ἰωάννου, καὶ τὴν Ἀλεξάνδρου Εὐλογίου, τῶν λελεγμένων μοι, Ἀναστασίου τε τὴν Θεουπολιτῶν, τῷ οἰκείῳ ἀποδοθέντος θρόνῳ μετὰ τρεῖς καὶ εἴκοσι χρόνους, Ἱεροσολύμων τε Ἰωάννου· οὗ μετὰ βραχὺ τελευτήσαντος οὔπω τις τοὺς αὐτόσε οἴακας ἐνεχειρίσθη. Ἐνταῦθά μοι τὰ τῆς ἱστορίας πεπαύσθω, Μαυρικίου Τιβερίου δωδέκατον ἔτος τὴν Ῥωμαίων βασιλείαν διακυβερνῶντος, τῶν ἑξῆς τοῖς βουλομένοις ἐκλέγειν τε καὶ γράφειν καταλιμπανομένων. Εἰ δέ τι παρῶπται ἢ οὐκ ἀκριβῶς ἀνείληπται, μηδεὶς ἡμᾶς μεμφέτω μέμψεως, ἐννοῶν ὡς πεπλανημένην ἱστορίαν συνελέξαμεν, τὴν τῶν ἀνθρώπων ὠφέλειαν πραγματευσάμενοι, δι’ οὓς καὶ τῶν τηλικούτων πόνων ἠνεσχόμεθα. Πεπόνηται δὲ ἡμῖν καὶ ἕτερον τεῦχος, ἀναφοράς, ἐπιστολάς, ψηφίσματα, λόγους τε καὶ διαλέξεις, καὶ ἕτερα ἄττα ἔχον· τῶν ἐμπεριεχομένων ἀναφορῶν ὡς ἐπίπαν ἐκ προσώπου Γρηγορίου τοῦ Θεουπόλεως συντεθειμένων. Δἰ ὧν καὶ δύο τετυχήκαμεν ἀξιωμάτων, Τιβερίου μὲν Κωνσταντίνου τῇ τοῦ κυαιστωρίου περιβαλόντος, Μαυρικίου δὲ Τιβερίου δέλτους ὑπάρχων στείλαντος, ἐφ’ ᾗ συντεθείκαμεν, ὅτε τὰ ὀνείδη τῆς βασιλείας λύσας Θεοδόσιον ἐς φῶς προήγαγε προοίμιον αὐτῷ τε καὶ τῷ πολιτεύματι πάσης εὐδαιμονίας παρασχόμενον. Εὐαγρίου σχολαστικοῦ Ἐπιφανέως καὶ ἀπὸ ἐπάρχων ἐκκλησιαστικῆς ἱστορίας τόμοι ἔξ.

---

Evagrius, Scholasticus, Historia Ecclesiastica, ed. Joseph Bidez, Leon Parmentier. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2733.tlg001.local001/.
