# Historia Ecclesiastica 6.5

Evagrius, Scholasticus, Historia Ecclesiastica, Book 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/evagrius-scholasticus/historia-ecclesiastica/6.5

Ὡς δὲ οἱ τῆς πόλεως οὐκ ἐνεδίδοσαν, ἀφέντες μὲν αὐτοῦ Πρίσκον, βίᾳ δὲ καὶ χερσὶ ζωγρήσαντες Γερμανὸν τὸν ἐν Φοινίκῃ Λιβανησίας στρατιωτικῶν ταγμάτων ἡγούμενον, χειροτονοῦσι σφῶν ἡγεμόνα τό γε ἐπ’ αὐτοὺς καὶ αὐτοκράτορα. Τοῦ δὲ ἀντιτείνοντος καὶ τῶν σφοδρότερον ἐγκειμένων, ἔριδός τε ἀμφοῖν οὔσης τοῦ μὲν μὴ βιασθῆναι, τῶν δὲ ἐξεργάσασθαι, καὶ τῶν μὲν ἀποκτανεῖν ἐνδεικνυμένων εἰ μὴ ἑκὼν ἐνδέχοιτο, τοῦ δὲ μάλα δὴ καὶ τοῦτο ἐνδεχομένου, ὡς οὔτε φοβοῖτο οὔτε καταπλήττοιτο, ἐτράποντο ἐπί τινας αἰκιῶν τε καὶ λωβήσεων ἐπιχειρήσεις, ἃς οὐδαμῆ ὑποίσειν αὐτὸν ᾤοντο· οὐ γὰρ ἂν καὶ τῆς φύσεως καὶ τῆς ἡλικίας ἔσεσθαι ἀτεγκτότερον. Καὶ καταρξάμενοί γε καὶ ἀποπειράσαντες αὐτὸν σὺν εὐλαβείᾳ τε καὶ φειδοῖ, τέλος ἄκοντα βιάζονται συνθέσθαι τε καὶ διομόσασθαι ἦ μὴν τὰ πιστὰ φυλάξειν αὐτοῖς. Ἔνθεν οὖν ἄρχειν ἀρχόμενον καὶ κρατεῖν κρατούμενον καὶ εἰλημμένον δεσπόζειν σφῶν κατηνάγκαζον. Τοὺς δέ γε ἄλλους ἅπαντας ταξιάρχους, λοχαγούς τε καὶ χιλιάρχους, καὶ τοὺς ὅσοι ἑκατοστύος ἢ δεκάδος ἦρχον ἐκδιώξαντες, σφίσι χειροτονοῦσιν οὓς ἐβούλοντο, ἀναφανδὸν τὴν βασιλείαν βλασφημοῦντες, καὶ τῶν μὲν βαρβάρων μετριώτερον περὶ τοὺς συντελεῖς τὰ πολλὰ διαγιγνόμενοι, συμμάχων δὲ ἢ πολιτείας δούλων καὶ μάλα γε ἀλλοτρίως· οὐδὲ γὰρ τακτοῖς μέτροις ἢ σταθμοῖς τὰς σιτίσεις ἐκομίζοντο, οὐδὲ μόναις ταῖς ἀπονενεμημέναις ἠρκοῦντο, ἀλλ’ ἦν ἑκάστῳ θεσμὸς ἡ γνώμη καὶ μέτρον νενομισμένον ἡ βούλησις.

---

Evagrius, Scholasticus, Historia Ecclesiastica, ed. Joseph Bidez, Leon Parmentier. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2733.tlg001.local001/.
