# Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 110-120

Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους, 110 to 120. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text-3/110

οἰκτρὸς δὲ γυναικῶν καὶ παιδίων ὄλεθρος ἦν, καί τινες πρὸς ἀνακλήσεις ἀνδρῶν τε καὶ συγγενῶν ἐθάρσησαν μετὰ κωκυτῶν ἱκετεύουσαι περιμένειν. ἀλλʼ ἐνίκα τὸ Ἰωάννου παρακέλευσμα σώζειν ἑαυτοὺς ἐμβοῶντος καὶ καταφεύγειν ἔνθα καὶ περὶ τῶν ἀπολειπομένων ἀμυνοῦνται Ῥωμαίους ἂν ἁρπαγῶσι. τὸ μὲν οὖν τῶν διαδιδρασκόντων πλῆθος ὡς ἕκαστος ἰσχύος εἶχεν ἢ τάχους ἐσκέδαστο. Τίτος δὲ μεθʼ ἡμέραν ἐπὶ τὰς συνθήκας πρὸς τὸ τεῖχος παρῆν. ἀνοίγει δʼ αὐτῷ τὰς πύλας ὁ δῆμος, καὶ μετὰ τῶν γενεῶν προελθόντες ἀνευφήμουν ὡς εὐεργέτην καὶ φρουρᾶς ἐλευθερώσαντα τὴν πόλιν· ἐδήλουν γὰρ ἅμα τὴν τοῦ Ἰωάννου φυγὴν καὶ παρεκάλουν φείσασθαί τε αὐτῶν καὶ παρελθόντα τοὺς ὑπολειπομένους τῶν νεωτεριζόντων κολάσαι. ὁ δὲ τὰς τοῦ δήμου δεήσεις ἐν δευτέρῳ θέμενος μοῖραν ἔπεμπε τῶν ἱππέων Ἰωάννην διώξουσαν, οἳ τὸν μὲν οὐ καταλαμβάνουσιν, ἔφθη γὰρ εἰς Ἱεροσόλυμα διαφυγών, τῶν δὲ συναπαράντων ἀποκτείνουσι μὲν εἰς ἑξακισχιλίους, γύναια δὲ καὶ παιδία τρισχιλίων ὀλίγον ἀποδέοντα περιελάσαντες ἀνήγαγον. ὁ δὲ Τίτος ἤχθετο μὲν ἐπὶ τῷ μὴ παραχρῆμα τιμωρήσασθαι τὸν Ἰωάννην τῆς ἀπάτης, ἱκανὸν δὲ ἀστοχήσαντι τῷ θυμῷ παραμύθιον ἔχων τὸ πλῆθος τῶν αἰχμαλώτων καὶ τοὺς διεφθαρμένους εἰσῄει τε ἀνευφημούμενος εἰς τὴν πόλιν, καὶ τοῖς στρατιώταις ὀλίγον τοῦ τείχους παρασπάσαι κελεύσας νόμῳ καταλήψεως ἀπειλαῖς μᾶλλον ἢ κολάσει τοὺς ταράσσοντας τὴν πόλιν ἀνέστελλε· πολλοὺς γὰρ ἂν καὶ διὰ τὰ οἰκεῖα μίση καὶ διαφορὰς ἰδίας ἐνδείξασθαι τοὺς ἀναιτίους, εἰ διακρίνοι τοὺς τιμωρίας ἀξίους· ἄμεινον δʼ εἶναι μετέωρον ἐν φόβῳ τὸν αἴτιον καταλιπεῖν ἤ τινα τῶν οὐκ ἀξίων αὐτῷ συναπολεῖν· τὸν μὲν γὰρ ἴσως καὶ σωφρονῆσαι δέει κολάσεως τὴν ἐπὶ τοῖς παρῳχηκόσι συγγνώμην αἰδούμενον, ἀδιόρθωτον δὲ τὴν ἐπὶ τοῖς παραναλωθεῖσι τιμωρίαν εἶναι. φρουρᾷ μέντοι τὴν πόλιν ἠσφαλίσατο, διʼ ἧς τούς τε νεωτερίζοντας ἐφέξειν καὶ τοὺς εἰρηνικὰ φρονοῦντας θαρραλεωτέρους καταλείψειν ἔμελλεν. Γαλιλαία μὲν οὖν οὕτως ἑάλω πᾶσα, πολλοῖς ἱδρῶσι προγυμνάσασα Ῥωμαίους ἐπὶ τὰ Ἱεροσόλυμα.

---

Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg004.local001/.
