# Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 160-166

Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους, 160 to 166. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text-3/160

Ὁ δʼ ἀποδρὰς τῶν Ἀριστοβούλου παίδων Πομπήιον Ἀλέξανδρος χρόνῳ συναγαγὼν χεῖρα συχνὴν βαρὺς ἦν Ὑρκανῷ καὶ τὴν Ἰουδαίαν κατέτρεχεν, ἐδόκει τε ἂν καταλῦσαι ταχέως αὐτόν, ὅς γε ἤδη καὶ τὸ καταρριφθὲν ὑπὸ Πομπηίου τεῖχος ἐν Ἱεροσολύμοις ἀνακτίζειν ἐθάρρει προσελθών, εἰ μὴ Γαβίνιος εἰς Συρίαν πεμφθεὶς Σκαύρῳ διάδοχος τά τε ἄλλα γενναῖον ἀπέδειξεν ἑαυτὸν ἐν πολλοῖς καὶ ἐπʼ Ἀλέξανδρον ὥρμησεν. ὁ δὲ δείσας πρὸς τὴν ἔφοδον δύναμίν τε πλείω συνέλεγεν, ὡς γενέσθαι μυρίους μὲν ὁπλίτας χιλίους δὲ καὶ πεντακοσίους ἱππεῖς, καὶ τὰ ἐπιτήδεια τῶν χωρίων ἐτείχιζε Ἀλεξάνδρειόν τε καὶ Ὑρκάνειον καὶ Μαχαιροῦντα πρὸς τοῖς Ἀραβίοις ὄρεσιν. Γαβίνιος δὲ μετὰ μέρους τῆς στρατιᾶς Μᾶρκον Ἀντώνιον προπέμψας αὐτὸς εἵπετο τὴν ὅλην ἔχων δύναμιν. οἱ δὲ περὶ τὸν Ἀντίπατρον ἐπίλεκτοι καὶ τὸ ἄλλο τάγμα τῶν Ἰουδαίων, ὧν Μάλιχος ἦρχεν καὶ Πειθόλαος, συμμίξαντες τοῖς περὶ Μᾶρκον Ἀντώνιον ἡγεμόσιν ὑπήντων Ἀλεξάνδρῳ. καὶ μετʼ οὐ πολὺ παρῆν ἅμα τῇ φάλαγγι Γαβίνιος. ἑνουμένην δὲ τὴν τῶν πολεμίων δύναμιν οὐχ ὑπομείνας Ἀλέξανδρος ἀνεχώρει καὶ πλησίον ἤδη Ἱεροσολύμων γενόμενος ἀναγκάζεται συμβαλεῖν καὶ κατὰ τὴν μάχην ἑξακισχιλίους ἀποβαλών, ὧν τρισχίλιοι μὲν ἔπεσον τρισχίλιοι δὲ ἐζωγρήθησαν, φεύγει σὺν τοῖς καταλειφθεῖσιν εἰς Ἀλεξάνδρειον. Γαβίνιος δὲ πρὸς τὸ Ἀλεξάνδρειον ἐλθὼν ἐπειδὴ πολλοὺς εὗρεν ἐστρατοπεδευμένους, ἐπειρᾶτο συγγνώμης ὑποσχέσει περὶ τῶν ἡμαρτημένων πρὸ μάχης αὐτοὺς προσαγαγέσθαι· μηδὲν δὲ μέτριον φρονούντων ἀποκτείνας πολλοὺς τοὺς λοιποὺς ἀπέκλεισεν εἰς τὸ ἔρυμα. κατὰ ταύτην ἀριστεύει τὴν μάχην ὁ ἡγεμὼν Μᾶρκος Ἀντώνιος, πανταχοῦ μὲν γενναῖος ἀεὶ φανείς, οὐδαμοῦ δʼ οὕτως. Γαβίνιος δὲ τοὺς ἐξαιρήσοντας τὸ φρούριον καταλιπὼν αὐτὸς ἐπῄει τὰς μὲν ἀπορθήτους πόλεις καθιστάμενος, τὰς δὲ κατεστραμμένας ἀνακτίζων. συνεπολίσθησαν γοῦν τούτου κελεύσαντος Σκυθόπολίς τε καὶ Σαμάρεια καὶ Ἀνθηδὼν καὶ Ἀπολλωνία καὶ Ἰάμνεια καὶ Ῥάφεια Μάρισά τε καὶ Ἀδώρεος καὶ Γάβαλα καὶ Ἄζωτος καὶ ἄλλαι πολλαί, τῶν οἰκητόρων ἀσμένως ἐφʼ ἑκάστην συνθεόντων.

---

Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg004.local001/.
