# Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 215-2-224

Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους, 215 to 224. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text-3/215-2

Παριόντας δʼ εἴσω τὸ ἐπίπεδον τοῦ ναοῦ μέρος ἐξεδέχετο. τούτου τοίνυν τὸ μὲν ὕψος ἑξήκοντα πηχῶν καὶ τὸ μῆκος ἴσον, εἴκοσι δὲ πηχῶν τὸ πλάτος ἦν. τὸ δʼ ἑξηκοντάπηχυ πάλιν διῄρητο, καὶ τὸ μὲν πρῶτον μέρος ἀποτετμημένον ἐπὶ τεσσαράκοντα πήχεις εἶχεν ἐν αὑτῷ τρία θαυμασιώτατα καὶ περιβόητα πᾶσιν ἀνθρώποις ἔργα, λυχνίαν τράπεζαν θυμιατήριον. ἐνέφαινον δʼ οἱ μὲν ἑπτὰ λύχνοι τοὺς πλανήτας· τοσοῦτοι γὰρ ἀπʼ αὐτῆς διῄρηντο τῆς λυχνίας· οἱ δὲ ἐπὶ τῆς τραπέζης ἄρτοι δώδεκα τὸν ζῳδιακὸν κύκλον καὶ τὸν ἐνιαυτόν. τὸ θυμιατήριον δὲ διὰ τῶν τρισκαίδεκα θυμιαμάτων, οἷς ἐκ θαλάσσης ἀνεπίμπλατο καὶ τῆς τε ἀοικήτου καὶ οἰκουμένης, ἐσήμαινεν ὅτι τοῦ θεοῦ πάντα καὶ τῷ θεῷ. τὸ δʼ ἐνδοτάτω μέρος εἴκοσι μὲν πηχῶν ἦν· διείργετο δὲ ὁμοίως καταπετάσματι πρὸς τὸ ἔξωθεν. ἔκειτο δὲ οὐδὲν ὅλως ἐν αὐτῷ, ἄβατον δὲ καὶ ἄχραντον καὶ ἀθέατον ἦν πᾶσιν, ἁγίου δὲ ἅγιον ἐκαλεῖτο. περὶ δὲ τὰ πλευρὰ τοῦ κάτω ναοῦ διʼ ἀλλήλων ἦσαν οἶκοι τρίστεγοι πολλοί, καὶ παρʼ ἑκάτερον εἰς αὐτοὺς ἀπὸ τῆς πύλης εἴσοδοι. τὸ δʼ ὑπερῷον μέρος τούτους μὲν οὐκέτι εἶχεν τοὺς οἴκους παρόσον ἦν καὶ στενότερον, ὑψηλὸν δʼ ἐπὶ τεσσαράκοντα πήχεις καὶ λιτότερον τοῦ κάτω· συνάγεται γὰρ οὕτως πρὸς ἑξήκοντα τοῖς τοῦ ἐπιπέδου πηχῶν ἑκατὸν τὸ πᾶν ὕψος. Τὸ δʼ ἔξωθεν αὐτοῦ πρόσωπον οὐδὲν οὔτʼ εἰς ψυχῆς οὔτʼ εἰς ὀμμάτων ἔκπληξιν ἀπέλειπεν· πλαξὶ γὰρ χρυσοῦ στιβαραῖς κεκαλυμμένος πάντοθεν ὑπὸ τὰς πρώτας ἀνατολὰς πυρωδεστάτην ἀπέπαλλεν αὐγὴν καὶ τῶν βιαζομένων ἰδεῖν τὰς ὄψεις ὥσπερ ἡλιακαῖς ἀκτῖσιν ἀπέστρεφεν. τοῖς γε μὴν ἀφικνουμένοις ξένοις πόρρωθεν ὅμοιος ὄρει χιόνος πλήρει κατεφαίνετο· καὶ γὰρ καθὰ μὴ κεχρύσωτο λευκότατος ἦν. κατὰ κορυφὴν δὲ χρυσέους ὀβελοὺς ἀνεῖχεν τεθηγμένους, ὡς μή τινι προσκαθεζομένῳ μολύνοιτο τῶν ὀρνέων. τῶν δʼ ἐν αὐτῷ λίθων ἔνιοι μῆκος πέντε καὶ τεσσαράκοντα πηχῶν ἦσαν, ὕψος πέντε, εὖρος δʼ ἕξ.

---

Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg004.local001/.
