# Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 229-235

Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους, 229 to 235. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text-3/229

Τραπεὶς δʼ ἐπὶ Σαμάρειαν στάσει τεταραγμένην κατεστήσατο τὴν πόλιν· ἔπειτα καθʼ ἑορτὴν ὑπέστρεφεν εἰς Ἱεροσόλυμα τοὺς ὁπλίτας ἄγων. καὶ πέμπων Ὑρκανός, ἐνῆγεν γὰρ δεδοικὼς τὴν ἔφοδον Μάλιχος, ἐκώλυεν τοὺς ἀλλοφύλους εἰσαγαγεῖν ἐφʼ ἁγνεύοντας τοὺς ἐπιχωρίους. ὁ δὲ τῆς προφάσεως καταφρονήσας καὶ τοῦ προστάσσοντος εἰσέρχεται διὰ νυκτός. καὶ πάλιν Μάλιχος προσιὼν ἔκλαιεν Ἀντίπατρον· ἀνθυπεκρίνετο δὲ μόλις Ἡρώδης τὸν θυμὸν ἐπέχων καὶ Κασσίῳ διʼ ἐπιστολῶν τὴν τοῦ πατρὸς ἀναίρεσιν ἀπωδύρετο μισοῦντι καὶ ἄλλως Μάλιχον. ὁ δʼ αὐτῷ μετιέναι τὸν φονέα τοῦ πατρὸς ἀντεπιστείλας καὶ τοῖς ὑφʼ ἑαυτὸν χιλιάρχοις λάθρα προσέταξεν Ἡρώδῃ βοηθεῖν εἰς πρᾶξιν δικαίαν. Καὶ ἐπειδὴ Λαοδίκειαν ἑλόντος αὐτοῦ συνῇσαν οἱ πανταχόθεν δυνατοὶ δωρεάς τε καὶ στεφάνους φέροντες, Ἡρώδης μὲν τοῦτον τῇ τιμωρίᾳ τὸν καιρὸν ἀφώρισεν, Μάλιχος δὲ ὑποπτεύσας, ὡς ἐν Τύρῳ γίνεται, τόν τε υἱὸν ὁμηρεύοντα παρὰ τοῖς Τυρίοις ὑπεξαγαγεῖν ἔγνω λάθρα καὶ αὐτὸς εἰς τὴν Ἰουδαίαν ἀποδρᾶναι παρεσκευάζετο· παρώξυνεν δʼ αὐτὸν ἡ τῆς σωτηρίας ἀπόγνωσις ἐνθυμεῖσθαι καὶ μείζονα· τό τε γὰρ ἔθνος ἐπαναστήσειν Ῥωμαίοις ἤλπισεν Κασσίου τῷ πρὸς Ἀντώνιον πολέμῳ περισπωμένου καὶ βασιλεύσειν αὐτὸς Ὑρκανὸν καταλύσας εὐμαρῶς. Ἐπεγέλα δʼ ἄρα τὸ χρεὼν αὐτοῦ ταῖς ἐλπίσιν. ὁ γοῦν Ἡρώδης προϊδόμενος αὐτοῦ τὴν ὁρμὴν τόν τε Ὑρκανὸν κἀκεῖνον ἐπὶ δεῖπνον ἐκάλει, παρεστῶτας ἔπειτα τῶν οἰκετῶν τινας πρὸς αὑτὸν εἰσέπεμψεν ὡς ἐπὶ τὴν τοῦ δείπνου παρασκευήν, τῷ δὲ ὄντι προειπεῖν τοῖς χιλιάρχοις ἐξελθεῖν ἐπὶ τὴν ἐνέδραν. κἀκεῖνοι τῶν Κασσίου προσταγμάτων ἀναμνησθέντες ἐπὶ τὸν πρὸ τῆς πόλεως αἰγιαλὸν ἐξῄεσαν ξιφήρεις, ἔνθα περιστάντες τὸν Μάλιχον πολλοῖς τραύμασιν ἀναιροῦσιν. Ὑρκανὸς δὲ παραχρῆμα μὲν λυθεὶς ὑπʼ ἐκπλήξεως ἔπεσεν, μόλις δὲ ἀνενεγκὼν Ἡρώδην διηρώτα, τίς ὁ κτείνας εἴη Μάλιχον. ἀποκριναμένου δέ τινος τῶν χιλιάρχων τὸ Κασσίου πρόσταγμα, Κάσσιος ἄρα, ἔφη, κἀμὲ καὶ τὴν πατρίδα μου σώζει τὸν ἀμφοτέρων ἐπίβουλον ἀνελών. εἴτε δὲ φρονῶν Ὑρκανὸς οὕτως εἴθʼ ὑπὸ δέους ὁμόσε τῇ πράξει χωρῶν εἶπεν, ἄδηλον ἦν. ἀλλὰ γὰρ Μάλιχον μὲν οὕτως Ἡρώδης μετῆλθεν.

---

Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg004.local001/.
