# Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 252-262

Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους, 252 to 262. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text-3/252

Ἐπὶ δὲ τῆς Ἰουδαίας Βάσσου τελευτήσαντος Φλαύιος Σίλβας διαδέχεται τὴν ἡγεμονίαν, καὶ τὴν μὲν ἄλλην ὁρῶν ἅπασαν τῷ πολέμῳ κεχειρωμένην, ἓν δὲ μόνον ἔτι φρούριον ἀφεστηκός, ἐστράτευσεν ἐπὶ τοῦτο πᾶσαν τὴν ἐν τοῖς τόποις δύναμιν συναγαγών· καλεῖται δὲ τὸ φρούριον Μασάδα. προειστήκει δὲ τῶν κατειληφότων αὐτὸ σικαρίων δυνατὸς ἀνὴρ Ἐλεάζαρος, ἀπόγονος Ἰούδα τοῦ πείσαντος Ἰουδαίους οὐκ ὀλίγους, ὡς πρότερον δεδηλώκαμεν, μὴ ποιεῖσθαι τὰς ἀπογραφάς, ὅτε Κυρίνιος τιμητὴς εἰς τὴν Ἰουδαίαν ἐπέμφθη. τότε γὰρ οἱ σικάριοι συνέστησαν ἐπὶ τοὺς ὑπακούειν Ῥωμαίων θέλοντας καὶ πάντα τρόπον ὡς πολεμίοις προσεφέροντο, τὰς μὲν κτήσεις ἁρπάζοντες καὶ περιελαύνοντες, ταῖς δʼ οἰκήκεσιν αὐτῶν πῦρ ἐνιέντες· οὐδὲν γὰρ ἀλλοφύλων αὐτοὺς ἔφασκον διαφέρειν οὕτως ἀγεννῶς τὴν περιμάχητον Ἰουδαίοις ἐλευθερίαν προεμένους καὶ δουλείαν αἱρεῖσθαι τὴν ὑπὸ Ῥωμαίοις ἀνωμολογηκότας. ἦν δʼ ἄρα τοῦτο πρόφασις εἰς παρακάλυμμα τῆς ὠμότητος καὶ τῆς πλεονεξίας ὑπʼ αὐτῶν λεγόμενον· σαφὲς δὲ διὰ τῶν ἔργων ἐποίησαν. οἱ μὲν γὰρ αὐτοῖς τῆς ἀποστάσεως ἐκοινώνησαν καὶ τοῦ πρὸς Ῥωμαίους συνήραντο πολέμου καὶ παρʼ ἐκείνων δὲ τολμήματα χείρω πρὸς αὐτοὺς ἐγένετο, κἀπὶ τῷ ψεύδεσθαι πάλιν τὴν πρόφασιν ἐξελεγχόμενοι μᾶλλον ἐκάκουν τοὺς τὴν πονηρίαν αὐτῶν διὰ τῆς δικαιολογίας ὀνειδίζοντας. ἐγένετο γάρ πως ὁ χρόνος ἐκεῖνος παντοδαπῆς ἐν τοῖς Ἰουδαίοις πονηρίας πολύφορος, ὡς μηδὲν κακίας ἔργον ἄπρακτον καταλιπεῖν, μηδʼ εἴ τι ἐπίνοια διαπλάττειν ἐθελήσειεν, ἔχειν ἄν τι καινότερον ἐξευρεῖν. οὕτως ἰδίᾳ τε καὶ κοινῇ πάντες ἐνόσησαν, καὶ προσυπερβάλλειν ἀλλήλους ἔν τε ταῖς πρὸς θεὸν ἀσεβείαις καὶ ταῖς εἰς τοὺς πλησίον ἀδικίαις ἐφιλονείκησαν, οἱ μὲν δυνατοὶ τὰ πλήθη κακοῦντες, οἱ πολλοὶ δὲ τοὺς δυνατοὺς ἀπολλύναι σπεύδοντες· ἦν γὰρ ἐκείνοις μὲν ἐπιθυμία τοῦ τυραννεῖν, τοῖς δὲ τοῦ βιάζεσθαι καὶ τὰ τῶν εὐπόρων διαρπάζειν. πρῶτον οὖν οἱ σικάριοι τῆς παρανομίας καὶ τῆς πρὸς τοὺς συγγενεῖς ἤρξαντο ὠμότητος, μήτε λόγον ἄρρητον εἰς ὕβριν μήτʼ ἔργον ἀπείρατον εἰς ὄλεθρον τῶν ἐπιβουλευθέντων παραλιπόντες.

---

Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg004.local001/.
