# Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 258-267

Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους, 258 to 267. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text-3/258

χρὴ δὲ ὑμᾶς, ἐπειδήπερ ἅπαξ πάρεστε μετὰ τῶν ὅπλων, τὸ μὲν δικαιότατον, ἀμύνειν τῇ μητροπόλει καὶ συνεξαιρεῖν τοὺς τὰ δικαστήρια καταλύσαντας τυράννους, οἳ πατήσαντες τοὺς νόμους ἐπὶ τοῖς αὐτῶν ξίφεσι πεποίηνται τὰς κρίσεις. ἄνδρας γοῦν ἀκαταιτιάτους τῶν ἐπιφανῶν ἐκ μέσης τῆς ἀγορᾶς ἁρπάσαντες δεσμοῖς τε προῃκίσαντο καὶ μηδὲ φωνῆς μηδʼ ἱκεσίας ἀνασχόμενοι διέφθειραν. ἔξεστιν δʼ ὑμῖν παρελθοῦσιν εἴσω μὴ πολέμου νόμῳ θεάσασθαι τὰ τεκμήρια τῶν λεγομένων, οἴκους ἠρημωμένους ταῖς ἐκείνων ἁρπαγαῖς καὶ γύναια καὶ γενεὰς τῶν ἀπεσφαγμένων μελανειμονούσας, κωκυτὸν δὲ καὶ θρῆνον ἀνὰ τὴν πόλιν ὅλην· οὐδεὶς γάρ ἐστιν, ὃς οὐ γέγευται τῆς τῶν ἀνοσίων καταδρομῆς· οἵ γε ἐπὶ τοσοῦτον ἐξώκειλαν ἀπονοίας, ὥστε μὴ μόνον ἐκ τῆς χώρας καὶ τῶν ἔξωθεν πόλεων ἐπὶ τὸ πρόσωπον καὶ τὴν κεφαλὴν ὅλου τοῦ ἔθνους μετενεγκεῖν τὴν λῃστρικὴν τόλμαν, ἀλλὰ καὶ ἀπὸ τῆς πόλεως ἐπὶ τὸ ἱερόν. ὁρμητήριον γοῦν αὐτοῖς τοῦτο καὶ καταφυγὴ ταμιεῖόν τε τῶν ἐφʼ ἡμᾶς παρασκευῶν γέγονεν, ὁ δʼ ὑπὸ τῆς οἰκουμένης προσκυνούμενος χῶρος καὶ τοῖς ἀπὸ περάτων γῆς ἀλλοφύλοις ἀκοῇ τετιμημένος παρὰ τῶν γενηθέντων ἐνθάδε θηρίων καταπατεῖται· νεανιεύονταί τε ἐν ταῖς ἀπογνώσεσιν ἤδη δήμους τε δήμοις καὶ πόλεσι πόλεις συγκρούειν καὶ κατὰ τῶν σπλάγχνων τῶν ἰδίων τὸ ἔθνος στρατολογεῖν. ἀνθʼ ὧν τὸ μὲν κάλλιστον καὶ πρέπον, ὡς ἔφην, ὑμῖν συνεξαιρεῖν τοὺς ἀλιτηρίους καὶ ὑπὲρ αὐτῆς τῆς ἀπάτης ἀμυνομένους, ὅτι συμμάχους ἐτόλμησαν καλεῖν οὓς ἔδει τιμωροὺς δεδιέναι· εἰ δὲ αἰδεῖσθε τὰς τῶν τοιούτων ἐπικλήσεις, ἀλλά τοι πάρεστι θεμένοις τὰ ὅπλα καὶ παρελθοῦσιν εἰς τὴν πόλιν σχήματι συγγενῶν ἀναλαβεῖν τὸ μέσον συμμάχων τε καὶ πολεμίων ὄνομα δικαστὰς γενομένους. καίτοι λογίσασθε, πόσον κερδήσουσιν ἐφʼ ὁμολογουμένοις καὶ τηλικούτοις κρινόμενοι παρʼ ὑμῖν οἱ τοῖς ἀκαταιτιάτοις μηδὲ λόγου μεταδόντες· λαμβανέτωσαν δʼ οὖν ταύτην ἐκ τῆς ὑμετέρας ἀφίξεως τὴν χάριν. εἰ δʼ οὔτε συναγανακτεῖν ἡμῖν οὔτε κρίνεσθαι δεῖ, τρίτον ἐστὶ καταλιπεῖν ἑκατέρους καὶ μήτε ταῖς ἡμετέραις ἐπιβαίνειν συμφοραῖς μήτε τοῖς ἐπιβούλοις τῆς μητροπόλεως συνέρχεσθαι.

---

Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg004.local001/.
