# Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 263-3-273

Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους, 263 to 273. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text-3/263-3

ἀλλὰ καὶ τούτους Ἰωάννης ἀπέδειξεν αὐτοῦ μετριωτέρους· οὐ γὰρ μόνον ἀνῄρει πάντας ὅσοι τὰ δίκαια καὶ συμφέροντα συνεβούλευον, καθάπερ ἐχθίστοις μάλιστα δὴ τῶν πολιτῶν τοῖς τοιούτοις προσφερόμενος, ἀλλὰ καὶ κοινῇ τὴν πατρίδα μυρίων ἐνέπλησε κακῶν, οἷα πράξειν ἔμελλεν ἄνθρωπος ἤδη καὶ τὸν θεὸν ἀσεβεῖν τετολμηκώς· τράπεζάν τε γὰρ ἄθεσμον παρετίθετο καὶ τὴν νενομισμένην καὶ πάτριον ἐξεδιῄτησεν ἁγνείαν, ἵνʼ ᾖ μηκέτι θαυμαστόν, εἰ τὴν πρὸς ἀνθρώπους ἡμερότητα καὶ κοινωνίαν οὐκ ἐτήρησεν ὁ τῆς πρὸς θεὸν εὐσεβείας οὕτω καταμανείς. πάλιν τοίνυν ὁ Γιώρα Σίμων τί κακὸν οὐκ ἔδρασεν; ἢ ποίας ὕβρεως ἐλευθέρων ἀπέσχοντο σωμάτων οἳ τοῦτον ἀνέδειξαν τύραννον; ποία δὲ αὐτοὺς φιλία, ποία δὲ συγγένεια πρὸς τοὺς ἐφʼ ἑκάστης ἡμέρας φόνους οὐχὶ θρασυτέρους ἐποίησε; τὸ μὲν γὰρ τοὺς ἀλλοτρίους κακῶς ποιεῖν ἀγεννοῦς ἔργον πονηρίας [εἶναι] ὑπελάμβανον, λαμπρὰν δὲ φέρειν ἐπίδειξιν ἡγοῦντο τὴν ἐν τοῖς οἰκειοτάτοις ὠμότητα. παρημιλλήσατο δὲ καὶ τὴν τούτων ἀπόνοιαν ἡ τῶν Ἰδουμαίων μανία· ἐκεῖνοι γὰρ οἱ μιαρώτατοι τοὺς ἀρχιερέας κατασφάξαντες, ὅπως μηδὲ μέρος τι τῆς πρὸς τὸν θεὸν εὐσεβείας διαφυλάττηται, πᾶν ὅσον ἦν λείψανον ἔτι πολιτικοῦ σχήματος ἐξέκοψαν, καὶ τὴν τελεωτάτην εἰσήγαγον διὰ πάντων ἀνομίαν, ἐν ᾗ τὸ τῶν ζηλωτῶν κληθέντων γένος ἤκμασεν, οἳ τὴν προσηγορίαν τοῖς ἔργοις ἐπηλήθευσαν· πᾶν γὰρ κακίας ἔργον ἐξεμιμήσαντο, μηδʼ εἴ τι πρότερον προϋπάρχον ἡ μνήμη παραδέδωκεν αὐτοὶ παραλιπόντες ἀζήλωτον. καίτοι τὴν προσηγορίαν αὑτοῖς ἀπὸ τῶν ἐπʼ ἀγαθῷ ζηλουμένων ἐπέθεσαν, ἢ κατειρωνευόμενοι τῶν ἀδικουμένων διὰ τὴν αὐτῶν θηριώδη φύσιν ἢ τὰ μέγιστα τῶν κακῶν ἀγαθὰ νομίζοντες. τοιγαροῦν προσῆκον ἕκαστοι τὸ τέλος εὕροντο τοῦ θεοῦ τὴν ἀξίαν ἐπὶ πᾶσιν αὐτοῖς τιμωρίαν βραβεύσαντος· ὅσας γὰρ ἀνθρώπου δύναται φύσις κολάσεις ὑπομεῖναι, πᾶσαι κατέσκηψαν εἰς αὐτοὺς μέχρι καὶ τῆς ἐσχάτης τοῦ βίου τελευτῆς, ἣν ὑπέμειναν ἐν πολυτρόποις αἰκίαις ἀποθανόντες. οὐ μὴν ἀλλὰ φαίη τις ἂν αὐτοὺς ἐλάττω παθεῖν ὧν ἔδρασαν· τὸ γὰρ δικαίως ἐπʼ αὐτῶν οὐ προσῆν.

---

Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg004.local001/.
