# Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 331

Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους, Φλαυίου Ἰωσήπου ἱστορία Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους βιβλίον α.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text-3/331

Καὶ τὸ λοιπὸν διὰ Ἱεριχοῦντος ᾔει σπεύδων ᾗ τάχιστα τοὺς τἀδελφοῦ φονεῖς μετελθεῖν· ἔνθα καὶ δαιμόνιόν τι αὐτῷ συμβαίνει τέρας, ἐξ οὗ παρʼ ἐλπίδα σωθεὶς ἀνδρὸς θεοφιλεστάτου δόξαν ἀπηνέγκατο· πολλοὶ μὲν γὰρ αὐτῷ τῶν ἐν τέλει συνειστιάθησαν κατʼ ἐκείνην τὴν ἑσπέραν, διαλυθέντος δὲ τοῦ συμποσίου μετὰ τὸ πάντας ἐξελθεῖν ὁ οἶκος εὐθέως συνέπεσεν.

---

Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg004.local001/.
