# Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 402-3-413

Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους, 402 to 413. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text-3/402-3

δέσμει δέ με νῦν ἀσφαλέστερον, καὶ τήρει σεαυτῷ· δεσπότης μὲν γὰρ οὐ μόνον ἐμοῦ σὺ Καῖσαρ, ἀλλὰ καὶ γῆς καὶ θαλάττης καὶ παντὸς ἀνθρώπων γένους, ἐγὼ δὲ ἐπὶ τιμωρίαν δέομαι φρουρᾶς μείζονος, εἰ κατασχεδιάζω καὶ θεοῦ. ταῦτʼ εἰπόντος παραχρῆμα μὲν Οὐεσπασιανὸς ἀπιστεῖν ἐδόκει καὶ τὸν Ἰώσηπον ὑπελάμβανεν ταῦτα περὶ σωτηρίας πανουργεῖν, κατὰ μικρὸν δὲ εἰς πίστιν ὑπήγετο τοῦ θεοῦ διεγείροντος αὐτὸν εἰς τὴν ἡγεμονίαν ἤδη καὶ τὰ σκῆπτρα διʼ ἑτέρων σημείων προδεικνύντος. ἀτρεκῆ δὲ τὸν Ἰώσηπον καὶ ἐν ἄλλοις κατελάμβανεν· τῶν γὰρ τοῖς ἀπορρήτοις παρατυχόντων φίλων ὁ ἕτερος θαυμάζειν ἔφη πῶς οὔτε τοῖς ἐπὶ τῶν Ἰωταπάτων περὶ ἁλώσεως, οὔθʼ ἑαυτῷ προμαντεύσαιτο αἰχμαλωσίαν, εἰ μὴ ταῦτα λῆρος εἴη διακρουομένου τὰς ἐπʼ αὐτὸν ὀργάς. ὁ δὲ Ἰώσηπος καὶ τοῖς Ἰωταπατηνοῖς ὅτι μετὰ τεσσαρακοστὴν ἑβδόμην ἡμέραν ἁλώσονται προειπεῖν ἔφη, καὶ ὅτι πρὸς Ῥωμαίων αὐτὸς ζωγρηθήσεται. ταῦτα παρὰ τῶν αἰχμαλώτων κατʼ ἰδίαν ὁ Οὐεσπασιανὸς ἐκπυθόμενος ὡς εὕρισκεν ἀληθῆ, οὕτω πιστεύειν περὶ τῶν κατʼ αὐτὸν ἦρκτο. φρουρᾶς μὲν οὖν καὶ δεσμῶν οὐκ ἀνίει τὸν Ἰώσηπον, ἐδωρεῖτο δʼ ἐσθῆτι καὶ τοῖς ἄλλοις κειμηλίοις φιλοφρονούμενός τε καὶ περιέπων διετέλει τὰ πολλὰ Τίτου τῇ τιμῇ συνεργοῦντος. Τετάρτῃ δὲ Πανέμου μηνὸς ἀναζεύξας εἰς Πτολεμαΐδα κἀκεῖθεν εἰς τὴν παράλιον ἀφικνεῖται Καισάρειαν, μεγίστην τῆς τε Ἰουδαίας πόλιν καὶ τὸ πλέον ὑφʼ Ἑλλήνων οἰκουμένην. ἐδέχοντο δὲ καὶ τὴν στρατιὰν καὶ τὸν στρατηγὸν μετὰ πάσης εὐφημίας καὶ φιλοφροσύνης οἱ ἐπιχώριοι, καὶ κατʼ εὔνοιαν μὲν τὴν πρὸς Ῥωμαίους, τὸ δὲ πλέον ἔχθει τῶν κατεστραμμένων· διὸ καὶ τὸν Ἰώσηπον ἀθρόοι καταβοῶντες ἠξίουν κολάζειν. Οὐεσπασιανὸς δὲ τὴν περὶ τούτου δέησιν ὡς ὑπʼ ἀκρίτου γινομένην πλήθους ἐξέλυσεν ἡσυχίᾳ· τῶν δὲ ταγμάτων τὰ μὲν δύο χειμερίσοντα ἐκάθισεν ἐπὶ τῆς Καισαρείας ἐπιτήδειον ὁρῶν τὴν πόλιν, τὸ δέκατον δὲ καὶ πέμπτον εἰς Σκυθόπολιν, ὡς μὴ θλίβοι παντὶ τῷ στρατῷ τὴν Καισάρειαν. ἀλεεινὴ δʼ ἦν κἀκείνη χειμῶνος ὥρᾳ καθʼ ὅσον πνιγώδης θέρους ὑπὸ καυμάτων, πεδιὰς οὖσα καὶ παράλιος.

---

Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg004.local001/.
