# Jewish Antiquities 1-10-6

Flavius Josephus, Jewish Antiquities, 1 to 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/1-10

Ἐζεκίου δὲ τοῦ τῶν δύο φυλῶν βασιλέως τέταρτον ἤδη καὶ δέκατον ἔτος τῆς ἡγεμονίας ἔχοντος ὁ τῶν Βαβυλωνίων βασιλεὺς Σεναχείριμος ὄνομα στρατεύει μετὰ πολλῆς παρασκευῆς ἐπʼ αὐτὸν κατὰ κράτος τε ἁπάσας αἱρεῖ τὰς πόλεις τὰς τῆς Ἰούδα φυλῆς καὶ Βενιαμίτιδος. μέλλοντος δʼ ἄγειν τὴν δύναμιν καὶ ἐπὶ Ἱεροσόλυμα φθάνει πρεσβευσάμενος πρὸς αὐτὸν καὶ ὑπακούσεσθαι καὶ φόρον ὃν ἂν τάξῃ τελέσειν ὑπισχνούμενος. Σεναχείριμος δὲ μαθὼν τὰ παρὰ τῶν πρέσβεων ἔγνω μὴ πολεμεῖν, ἀλλὰ τὴν ἀξίωσιν προσδέχεται καὶ ἀργυρίου μὲν τάλαντα τριακόσια χρυσίου δὲ τριάκοντα λαβὼν φίλος ἀναχωρήσειν ὡμολόγει πίστεις δοὺς τοῖς πρεσβευταῖς ἐνόρκους, ἦ μὴν ἀδικήσας μηδὲν αὐτὸν οὕτως ἀναστρέψειν. ὁ δʼ Ἐζεκίας πεισθεὶς καὶ κενώσας τοὺς θησαυροὺς πέμπει τὰ χρήματα νομίζων ἀπαλλαγήσεσθαι τοῦ πολέμου καὶ τοῦ περὶ τῆς βασιλείας ἀγῶνος. ὁ δὲ Ἀσσύριος λαβὼν ταῦτα τῶν μὲν ὡμολογημένων οὐδὲν ἐφρόντισεν, ἀλλʼ αὐτὸς μὲν ἐστράτευσεν ἐπʼ Αἰγυπτίους καὶ Αἰθίοπας, τὸν δὲ στρατηγὸν Ῥαψάκην μετὰ πολλῆς ἰσχύος σὺν καὶ δυσὶν ἄλλοις τῶν ἐν τέλει κατέλιπε πορθήσοντας τὰ Ἱεροσόλυμα. τούτων δὲ τὰ ὀνόματα Θαρατὰ καὶ Ἀράχαρις ἦν. Ὡς δʼ ἐλθόντες πρὸ τῶν τειχῶν ἐστρατοπεδεύσαντο, πέμψαντες πρὸς τὸν Ἐζεκίαν ἠξίουν αὐτὸν ἐλθεῖν εἰς λόγους. ὁ δὲ αὐτὸς μὲν ὑπὸ δειλίας οὐ πρόεισι, τρεῖς δὲ τοὺς ἀναγκαιοτάτους φίλους αὐτῷ ἐξέπεμψε, τὸν τῆς βασιλείας ἐπίτροπον Ἐλιακίαν ὄνομα καὶ Σουβαναῖον καὶ Ἰώανον τὸν ἐπὶ τῶν ὑπομνημάτων. οὗτοι μὲν οὖν προελθόντες ἀντικρὺ τῶν ἡγεμόνων τῆς στρατιᾶς τῶν Ἀσσυρίων ἔστησαν, θεασάμενος δʼ αὐτοὺς ὁ στρατηγὸς Ῥαψάκης ἐκέλευσεν ἀπελθόντας Ἐζεκίᾳ λέγειν, ὅτι βασιλεὺς μέγας Σεναχείριμος πυνθάνεται αὐτοῦ, τίνι θαρρῶν καὶ πεποιθὼς φεύγει δεσπότην αὐτοῦ καὶ ἀκροάσασθαι μὴ θέλει καὶ τὴν στρατιὰν οὐ δέχεται τῇ πόλει; ἦ διὰ τοὺς Αἰγυπτίους τὴν αὐτοῦ στρατιὰν ἐλπίζων ὑπʼ ἐκείνων αὐτῶν καταγωνίσασθαι;

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
