# Jewish Antiquities 1-3

Flavius Josephus, Jewish Antiquities, Τάδε ἔνεστιν ἐν τῇ τρίτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/1-3

Παραδόξου δὲ τῆς σωτηρίας τοῖς Ἑβραίοις οὕτως γενομένης δεινῶς ἐλύπει πάλιν αὐτοὺς ἀγομένους ἐπὶ τὸ Σιναῖον ὄρος ἡ χώρα τελέως οὖσα ἔρημος καὶ τῶν τε πρὸς τροφὴν αὐτοῖς ἄπορος, σπανίζουσα δὲ καὶ ὕδατος εἰς τὸ ἔσχατον, καὶ μὴ μόνον ἀνθρώποις τι παρασχεῖν ἐνδεής, ἀλλὰ καὶ μηδʼ ἄλλο τι τῶν ζῴων ἱκανὴ βόσκειν· ψαφαρὰ γάρ ἐστι καὶ νοτερὸν ἐξ αὐτῆς οὐδὲν ὅ τι καὶ φῦσαι καρπὸν δύναιτο. τοιαύτην δὲ οὖσαν τὴν χώραν ἐξ ἀνάγκης ὥδευον ἑτέραν ἀπελθεῖν οὐκ ἔχοντες.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
