# Jewish Antiquities 1-4-7

Flavius Josephus, Jewish Antiquities, 1 to 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/1-4

Ἑβραίους δʼ ὁ κατὰ τὴν ἐρημίαν βίος ἀηδὴς καὶ χαλεπὸς ὢν ἐπόνει καὶ κωλύοντος τοῦ θεοῦ τῶν Χαναναίων πεῖραν λαμβάνειν· οὐ γὰρ ἠξίουν τοῖς Μωυσέος πειθαρχοῦντες λόγοις ἠρεμεῖν, ἀλλὰ καὶ δίχα τῆς παρʼ ἐκείνου προθυμίας κρατήσειν αὐτοὶ τῶν πολεμίων νομίζοντες κατηγόρουν μὲν αὐτοῦ καὶ πραγματεύεσθαι μένειν αὐτοὺς ἀπόρους ὑπενόουν, ἵνʼ ἀεὶ τῆς ἐξ αὐτοῦ βοηθείας δέωνται, πολεμεῖν δὲ τοῖς Χαναναίοις ὡρμήκεσαν λέγοντες τὸν θεὸν οὐχὶ Μωυσεῖ χαριζόμενον ἐπικουρεῖν αὐτοῖς, ἀλλὰ καὶ κοινῇ κηδόμενον αὐτῶν τοῦ ἔθνους διὰ τοὺς προγόνους ὧν ἐπετρόπευσε καὶ διὰ τὴν αὐτῶν ἀρετὴν πρότερόν τε παρασχεῖν τὴν ἐλευθερίαν καὶ νῦν βουλομένοις πονεῖν ἀεὶ παρέσεσθαι σύμμαχον· εἶναί τε καὶ κατʼ αὐτοὺς ἱκανοὶ κρατεῖν τῶν ἐθνῶν ἔφασκον, κἂν ἀπαλλοτριοῦν αὐτῶν Μωυσῆς ἐθελήσῃ τὸν θεόν· ὅλως τε συμφέρειν αὐτοῖς τὸ αὐτοκράτορσιν εἶναι, καὶ μὴ χαίροντας ἐπὶ τῷ τῆς παρʼ Αἰγυπτίων ἐξελθεῖν ὕβρεως Μωυσῆν τύραννον ἀνέχεσθαι καὶ ζῆν πρὸς τὴν τούτου βούλησιν ἐξαπατωμένους, ὅτι μόνῳ τὸ θεῖον αὐτῷ προδηλοῖ περὶ τῶν ἡμετέρων κατὰ τὴν πρὸς αὐτὸν εὔνοιαν, ὡς οὐχ ἁπάντων ἐκ τῆς Ἁβράμου γενεᾶς ὄντων, ἀλλʼ αἴτιον ἕνα τούτων τοῦ θεοῦ παρεσχηκότος εἰς τὸ πάντʼ αὐτὸν εἰδέναι τὰ μέλλοντα παρʼ αὐτοῦ μανθάνοντα· δόξειν τε συνετοὺς εἶναι τῆς ἀλαζονείας αὐτοῦ καταγνόντες καὶ τῷ θεῷ πιστεύσαντες κτήσασθαι γῆν ἣν αὐτοῖς ὑπέσχηται θελήσασιν, ἀλλὰ μὴ τῷ διὰ τὴν αἰτίαν ταύτην ἐπʼ ὀνόματι τοῦ θεοῦ κωλύοντι προσσχοῖεν. τὴν ἀπορίαν οὖν λογιζόμενοι καὶ τὴν ἐρημίαν, ὑφʼ ἧς ἔτι ταύτην αὐτοῖς χείρω συνέβαινεν εἶναι δοκεῖν, ἐπὶ τὴν πρὸς τοὺς Χαναναίους μάχην ἦσαν ὡρμημένοι, τὸν θεὸν προστησάμενοι στρατηγὸν ἀλλʼ οὐχὶ τὴν παρὰ τοῦ νομοθέτου συνεργίαν περιμένοντες. Ὡς οὖν ταῦτʼ ἄμεινον αὐτοῖς ἕξειν ἔκριναν καὶ τοῖς πολεμίοις ἐπῆλθον, οἱ μὲν οὐ καταπλαγέντες αὐτῶν τὴν ἔφοδον οὐδὲ τὴν πληθὺν γενναίως αὐτοὺς ἐδέξαντο, τῶν δὲ Ἑβραίων ἀποθνήσκουσί τε πολλοὶ καὶ τὸ λοιπὸν στράτευμα τῆς φάλαγγος αὐτῶν διαλυθείσης ἀκόσμως διωκόμενον εἰς τὴν παρεμβολὴν συνέφυγε,

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
