# Jewish Antiquities 1-8-7

Flavius Josephus, Jewish Antiquities, 1 to 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/1-8

Περὶ μὲν οὖν Δαυίδου καὶ τῆς ἀρετῆς αὐτοῦ καὶ ὅσων ἀγαθῶν αἴτιος γενόμενος τοῖς ὁμοφύλοις πολέμους τε καὶ μάχας ὅσας κατορθώσας γηραιὸς ἐτελεύτησεν, ἐν τῇ πρὸ ταύτης βίβλῳ δεδηλώκαμεν. Σολόμωνος δὲ τοῦ παιδὸς αὐτοῦ νέου τὴν ἡλικίαν ἔτι ὄντος τὴν βασιλείαν παραλαβόντος, ὃν ἔτι ζῶν ἀπέφηνε τοῦ λαοῦ δεσπότην κατὰ τὴν τοῦ θεοῦ βούλησιν, καθίσαντος ἐπὶ τὸν θρόνον ὁ μὲν πᾶς ὄχλος ἐπευφήμησεν, οἷον εἰκὸς ἐπʼ ἀρχομένῳ βασιλεῖ, τελευτῆσαι καλῶς αὐτῷ τὰ πράγματα καὶ πρὸς γῆρας ἀφικέσθαι λιπαρὸν καὶ πανεύδαιμον τὴν ἡγεμονίαν. Ἀδωνίας δέ, ὃς καὶ τοῦ πατρὸς ἔτι ζῶντος ἐπεχείρησε τὴν ἀρχὴν κατασχεῖν, παρελθὼν πρὸς τὴν τοῦ βασιλέως μητέρα Βερσάβην καὶ φιλοφρόνως αὐτὴν ἀσπασάμενος, πυθομένης εἰ καὶ διὰ χρείαν τινὰ πρὸς αὐτὴν ἀφῖκται καὶ δηλοῦν κελευούσης ὡς ἡδέως παρεξομένης ἤρξατο λέγειν, ὅτι γινώσκει μὲν τὴν βασιλείαν καὶ αὐτὴ καὶ διὰ τὴν ἡλικίαν καὶ διὰ τὴν τοῦ πλήθους προαίρεσιν οὖσαν αὐτοῦ, μεταβάσης δὲ πρὸς Σολόμωνα τὸν υἱὸν αὐτῆς κατὰ τὴν τοῦ θεοῦ γνώμην στέργει καὶ ἀγαπᾷ τὴν ὑπʼ αὐτῷ δουλείαν καὶ τοῖς παροῦσιν . ἐδεῖτο δʼ οὖν διακονῆσαι πρὸς τὸν ἀδελφὸν αὐτῷ καὶ πεῖσαι δοῦναι τὴν τῷ πατρὶ συγκοιμωμένην πρὸς γάμον αὐτῷ Ἀβισάκην· οὐ γὰρ πλησιάσαι τὸν πατέρα διὰ τὸ γῆρας αὐτῇ, μένειν δʼ ἔτι παρθένον. ἡ δὲ Βερσάβη καὶ διακονήσειν σπουδαίως ὑπέσχετο καὶ καταπράξεσθαι τὸν γάμον διʼ ἀμφότερα, τοῦ τε βασιλέως αὐτῷ χαρίσασθαί τι βουλησομένου καὶ δεησομένης αὐτῆς λιπαρῶς. καὶ ὁ μὲν εὔελπις ἀπαλλάττεται περὶ τοῦ γάμου, ἡ δὲ τοῦ Σολόμωνος μήτηρ εὐθὺς ὥρμησεν ἐπὶ τὸν υἱὸν διαλεξομένη περὶ ὧν Ἀδωνίᾳ δεηθέντι κατεπηγγείλατο. καὶ προϋπαντήσαντος αὐτῇ τοῦ παιδὸς καὶ περιπλακέντος, ἐπεὶ παρήγαγεν εἰς τὸν οἶκον, οὗ συνέβαινεν αὐτῷ κεῖσθαι τὸν βασιλικὸν θρόνον, καθίσας ἐκέλευσεν ἕτερον ἐκ δεξιῶν τεθῆναι τῇ μητρί. καθεσθεῖσα δʼ ἡ Βερσάβη μίαν, εἶπεν, ὦ παῖ, χάριν αἰτουμένῃ κατάνευσον καὶ μηδὲν ἐξ ἀρνήσεως δύσκολον μηδὲ σκυθρωπὸν ἀπεργάσῃ. τοῦ δὲ Σολόμωνος προστάττειν κελεύοντος,

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
