# Jewish Antiquities 101-106

Flavius Josephus, Jewish Antiquities, 101 to 106. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/101

ἀκούσαντες δὲ οἱ πέραν βωμὸν ἱδρῦσθαι τοὺς ἀπολυθέντας οὐ μεθʼ ἧς ἐκεῖνοι γνώμης ἀνέστησαν αὐτόν, ἀλλʼ ἐπὶ νεωτερισμῷ καὶ ξενικῶν εἰσαγωγῇ θεῶν, οὐκ ἤθελον ἀπιστεῖν, ἀλλὰ περὶ θείαν θρησκείαν τὴν διαβολὴν πιθανὴν νομίζοντες ἐν ὅπλοις ἦσαν, ὡς ἐπʼ ἀμύνῃ τῶν τὸν βωμὸν ἱδρυσαμένων περαιωσόμενοι τὸν ποταμὸν καὶ κολάσοντες αὐτοὺς τῆς παρατροπῆς τῶν πατρίων ἐθῶν. οὐ γὰρ ἐδόκει τὴν συγγένειαν αὐτοὺς λογίζεσθαι καὶ τὸ ἀξίωμα τῶν τὴν αἰτίαν εἰληφότων, ἀλλὰ τὸ τοῦ θεοῦ βουλητὸν καὶ ᾧ τρόπῳ τιμώμενος χαίρει. καὶ οἱ μὲν ἐστράτευσαν ὑπʼ ὀργῆς, ἐπέσχε δʼ αὐτοὺς Ἰησοῦς καὶ ὁ ἀρχιερεὺς Ἐλεάζαρος καὶ ἡ γερουσία λόγοις συμβουλεύοντες ἀπόπειραν αὐτῶν τῆς γνώμης λαβεῖν πρῶτον, ἔπειτʼ ἂν κακοήθη μάθωσι τὴν διάνοιαν αὐτῶν τότε τοῖς. ὅπλοις χωρεῖν ἐπʼ αὐτούς. πέμπουσιν οὖν πρεσβευτὰς πρὸς αὐτοὺς Φινεέσην τὸν υἱὸν Ἐλεαζάρου καὶ δέκα σὺν αὐτῷ τῶν ἐν τιμῇ παρὰ τοῖς Ἑβραίοις μαθησομένους, τί καὶ φρονήσαντες τὸν βωμὸν ἐπὶ τῆς ὄχθης τοῦ ποταμοῦ διαβάντες ἔστησαν. ὡς δὲ περαιωσαμένων καὶ πρὸς αὐτοὺς ἀφικομένων ἐκκλησία συνελέγη, στὰς Φινεέσης μείζω μὲν αὐτοὺς ἁμαρτεῖν ἔλεγεν, ἢ ὥστε λόγοις ἐπιτιμηθέντας νενουθετῆσθαι πρὸς τὰ μέλλοντα πλὴν οὐ πρὸς τὸ μέγεθος τῆς παρανομίας ἀπιδόντας εὐθὺς ἐφʼ ὅπλα καὶ τὴν ἐκ χειρῶν τιμωρίαν ὁρμῆσαι, πρὸς δὲ τὸ συγγενὲς καὶ τὸ τάχα καὶ λόγοις ἂν σωφρονῆσαι σκοπήσαντας οὕτω ποιήσασθαι τὴν πρεσβείαν, ἵνα τὴν αἰτίαν μαθόντες ὑφʼ ἧς προήχθητε τὸν βωμὸν κατασκευάσαι μήτε προπετεῖς δοκῶμεν ὅπλοις μετιόντες ὑμᾶς κατὰ λογισμὸν ὅσιον ποιησαμένους τὸν βωμόν, κατι δικαίως ἀμυνώμεθα τῆς διαβολῆς ἐλεγχθείσης ἀληθοῦς.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
