# Jewish Antiquities 106-3-112

Flavius Josephus, Jewish Antiquities, 106 to 112. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/106-3

διελόντες δʼ εἰς τρία μέρη τὴν στρατιὰν οἱ Παλαιστῖνοι καὶ κατὰ τοσαύτας ὁδοὺς ἐπερχόμενοι τὴν τῶν Ἑβραίων χώραν ἐπόρθουν, βλεπόντων τε Σαούλου τοῦ βασιλέως αὐτῶν καὶ τοῦ παιδὸς Ἰωνάθου ἀμῦναί τε τῇ γῇ, μεθʼ ἑξακοσίων γὰρ μόνων ἦσαν, οὐ δυναμένων. καθεζόμενοι δʼ αὐτός τε καὶ ὁ παῖς αὐτοῦ καὶ ὁ ἀρχιερεὺς Ἐχίας ἀπόγονος ὢν Ἠλὶ τοῦ ἀρχιερέως ἐπὶ βουνοῦ ὑψηλοῦ καὶ τὴν γῆν λεηλατουμένην ὁρῶντες ἐν ἀγωνίᾳ δεινῇ καθεστήκεσαν. συντίθεται δὲ ὁ Σαούλου παῖς τῷ ὁπλοφόρῳ, κρύφα πορευθέντες αὐτοὶ εἰς τὴν τῶν πολεμίων παρεμβολὴν ἐκδραμεῖν καὶ ταραχὴν ἐμποιῆσαι καὶ θόρυβον . τοῦ δὲ ὁπλοφόρου προθύμως ἕπεσθαι φήσαντος ὅποι ποτʼ ἂν ἡγῆται, κἂν ἀποθανεῖν δέῃ, προσλαβὼν τὴν τοῦ νεανίσκου συνεργίαν καὶ καταβὰς ἀπὸ τοῦ βουνοῦ πρὸς τοὺς πολεμίους ἐπορεύετο. ἦν δὲ τὸ τῶν πολεμίων στρατόπεδον ἐπὶ κρημνοῦ, τρισὶν ἄκραις εἰς λεπτὸν ἀπηκονημέναις μῆκος πέτρας ἐν κύκλῳ περιστεφανούσης ὥσπερ προβόλοις τὰς ἐπιχειρήσεις ἀπομαχόμενον. ἔνθεν συνέβαινεν ἠμελῆσθαι τὰς φυλακὰς τοῦ στρατοπέδου διὰ τὸ φύσει περιεῖναι τῷ χωρίῳ τὴν ἀσφάλειαν καὶ παντὶ νομίζειν ἀμήχανον εἶναι κατʼ ἐκείνας οὐκ ἀναβῆναι μόνον ἀλλὰ καὶ προσελθεῖν. ὡς οὖν ἧκον εἰς τὴν παρεμβολὴν ὁ Ἰωνάθης παρεθάρσυνε τὸν ὁπλοφόρον καὶ προσβάλωμεν τοῖς πολεμίοις, ἔλεγε, κἂν μὲν ἀναβῆναι κελεύσωσι πρὸς αὑτοὺς ἡμᾶς ἰδόντες σημεῖον τοῦτο νίκης ὑπολάμβανε, ἐὰν δὲ φθέγξωνται μηδὲν ὡς οὐ καλοῦντες ἡμᾶς ὑποστρέψωμεν. προσιόντων δὲ αὐτῶν τῷ στρατοπέδῳ τῶν πολεμίων ὑποφαινούσης ἤδη τῆς ἡμέρας ἰδόντες οἱ Παλαιστῖνοι πρὸς ἀλλήλους ἔλεγον ἐκ τῶν ὑπονόμων καὶ σπηλαίων προϊέναι τοὺς Ἑβραίους, καὶ πρὸς Ἰωνάθην καὶ τὸν ὁπλοφόρον αὐτοῦ δεῦτε, ἔφασαν, ἀνέλθετε πρὸς ἡμᾶς, ἵνα ὑμᾶς τιμωρησώμεθα τῶν τετολμημένων ἀξίως. ἀσπασάμενος δὲ τὴν φωνὴν ὁ τοῦ Σαούλου παῖς ὡς νίκην αὐτῷ σημαίνουσαν παραυτίκα μὲν ἀνεχώρησαν ἐξ οὗπερ ὤφθησαν τόπου τοῖς πολεμίοις, παραμειψάμενοι δὲ τοῦτον ἐπὶ τὴν πέτραν ἧκον ἔρημον οὖσαν τῶν φυλαττόντων διὰ τὴν ὀχυρότητα.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
