# Jewish Antiquities 110-116

Flavius Josephus, Jewish Antiquities, 110 to 116. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/110

ἐξήπτετο δὲ τῶν κρίκων καλώδια τὴν ἀρχὴν ἥλων χαλκέων πηχυαίων τὸ μέγεθος ἐκδεδεμένα, οἳ καθʼ ἑκάστην κάμακα παρέντες κατὰ τοῦ ἐδάφους ἀκίνητον ὑπὸ βίας ἀνέμων τὴν σκηνὴν ἔμελλον παρέξειν. σινδὼν δʼ ἐκ βύσσου ποικιλωτάτη διὰ πασῶν ἐπῄει ἀπὸ τοῦ κιονοκράνου κατιοῦσα μέχρι τῆς βάσεως πολλὴ κεχυμένη, περιφράττουσα ἅπαν κύκλῳ τὸ χωρίον, ὡς μηδὲν δοκεῖν τείχους διαφέρειν. καὶ οὕτως μὲν εἶχον αἱ τρεῖς πλευραὶ τοῦ περιβόλου· τῆς δὲ τετάρτης πλευρᾶς, πεντήκοντα γὰρ οὖσα πήχεων ἡ ἑτέρα μέτωπον τοῦ παντὸς ἦν, εἴκοσι μὲν πήχεις ἀνεῴγεσαν κατὰ πύλας, ἐν αἷς ἀνὰ δύο κάμακες εἱστήκεσαν κατὰ μίμησιν πυλώνων. ὅλαις δʼ αὐταῖς ἄργυρος ἦν ἐπικεχαλκωμένος πάρεξ τῶν βάσεων· χαλκαῖ γὰρ ἦσαν. ἑκατέρωθεν δὲ τοῦ πυλῶνος τρεῖς κάμακες ἦσαν ἑστῶσαι, αἳ τοῖς πυλούχοις ἐμβεβήκεσαν ἐρηρεισμέναι, καὶ κατʼ αὐτῶν δὲ βύσσινον ὕφος σινδόνος ἦν περιηγμένον. τὸ δὲ κατὰ τὰς πύλας μήκους μὲν ὄντος πήχεων εἴκοσι πέντε δὲ βάθους ὕφος ἦν πορφύρας φοίνικος σὺν ὑακίνθῳ καὶ βύσσῳ πεποιημένον πολλῶν αὐτῷ συνανθούντων καὶ ποικίλων, ὁπόσα μὴ ζῴων ἐξετυποῦτο μορφάς. ἐντὸς δὲ τῶν πυλῶν περιρραντήριον ἦν χάλκεον ὁμοίαν αὐτῷ καὶ τὴν κρηπῖδα παρεχόμενον, ἐξ οὗ τοῖς ἱερεῦσι τὰς χεῖρας ἀποπλύνειν καὶ τῶν ποδῶν καταχεῖν παρῆν. καὶ ὁ μὲν τοῦ αἰθρίου περίβολος τοῦτον τὸν τρόπον ἦν διακεκοσμημένος. Τὴν δὲ σκηνὴν ἵστησιν αὐτοῦ κατὰ μέσον τετραμμένην πρὸς τὰς ἀνατολάς, ἵνα πρῶτον ὁ ἥλιος ἐπʼ αὐτὴν ἀνιὼν ἀφίῃ τὰς ἀκτῖνας. καὶ τὸ μὲν μῆκος αὐτῆς ἐπὶ πήχεις ἐγήγερτο τριάκοντα τὸ δὲ εὖρος ἐπὶ δέκα διειστήκει, καὶ ὁ μὲν ἕτερος τῶν τοίχων νότιος ἦν, ὁ δὲ ἕτερος κατὰ βορέαν ἐτέτραπτο, κατόπιν δʼ αὐτῆς ἡ δύσις κατελείπετο. ἀνίστασθαι δʼ αὐτὴν ἐχρῆν ἐφʼ ὅσον προβαίνοι τὸ εὖρος. κίονες δʼ ἦσαν ξύλου πεποιημένοι κατὰ πλευρὰν ἑκατέραν εἴκοσι τετράγωνοι μὲν τὸ σχῆμα εἰργασμένοι, εἰς δὲ πλάτος διεστῶτες πήχεώς τε καὶ ἡμίσους, τὸ δὲ βάθος δακτύλων τεσσάρων.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
