# Jewish Antiquities 113-9-120

Flavius Josephus, Jewish Antiquities, 113 to 120. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/113-9
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/113-9
CTS URN: urn:cts:greekLit:tlg0526.tlg001:113-9-120

ἀδίκημα μὲν οὖν οὐδεὶς ἐρεῖ καθʼ ἡμῶν· τὰς δὲ διαβολὰς πῶς ἂν λύσειεν ὁ ἀκοῦσαι μὴ θέλων; ἐλαλήσαμέν τι μετὰ παρρησίας. οὐκ εἰς σέ· τοῦτο γὰρ ἦν ἄδικον· ἀλλʼ εἰς τοὺς οὐδʼ ὅ τι λελάλητο μὴ σιωπῶντας. τὴν μητέρα τις ἡμῶν ἔκλαυσεν. οὐχ ὅτι τέθνηκεν, ἀλλʼ ὅτι καὶ νεκρὰ κακῶς ἤκουσεν ὑπὸ τῶν οὐκ ἀξίων. ἀρχῆς ἐπιθυμοῦμεν ἧς ἴσμεν ἔχοντα τὸν πατέρα; τί καὶ θέλοντες; εἰ μὲν εἰσὶν ἡμῖν τιμαὶ βασιλέων, ὥσπερ εἰσίν, οὐ κενοσπουδοῦμεν; εἰ δʼ οὐκ εἰσίν, οὐκ ἐλπίζομεν; ἢ σὲ διαχειρισάμενοι κρατήσειν τὴν βασιλείαν προσεδοκήσαμεν, οἷς οὔτε γῆ βάσιμος οὔτε πλωτὴ θάλαττα μετὰ τοιοῦτον ἔργον; ἡ δὲ τῶν ἀρχομένων εὐσέβεια καὶ θρησκεία τοῦ παντὸς ἔθνους ἠνέσχετο ἂν πατροκτόνους ἐπὶ τῶν πραγμάτων εἶναι καὶ εἰς τὸν ἁγιώτατον ὑπὸ σοῦ κατασκευασθέντα ναὸν εἰσιέναι. τί δʼ εἰ καὶ τῶν ἄλλων κατεφρονήσαμεν, ἐδύνατό τις φονεύσας ἀτιμώρητος μένειν ζῶντος Καίσαρος; οὔτʼ ἀσεβεῖς οὕτως ἐγέννησας οὔτʼ ἀλογίστους, ἀτυχεστέρους δʼ ἴσως ἢ σοὶ καλῶς εἶχεν. εἰ δὲ μήτʼ αἰτίας ἔχεις μήτʼ ἐπιβουλὰς εὑρίσκεις, τί σοι πρὸς πίστιν αὔταρκες τοιαύτης δυσσεβείας; ἡ μήτηρ τέθνηκεν· ἀλλά τοι τὰ κατʼ ἐκείνην οὐδὲ παροξύνειν ἡμᾶς ἀλλὰ νουθετεῖν ἠδύνατο. πλείω μὲν ἀπολογεῖσθαι δυνάμεθα, λόγον δʼ οὐκ ἐπιδέχεται τὰ μὴ γενόμενα. διόπερ ἐπὶ τῷ πάντων δεσπότῃ Καίσαρι μεσιτεύοντι τὸν παρόντα καιρὸν συντιθέμεθα ταύτην τὴν συνθήκην· εἰ μὲν ἀνύποπτον ἐξ αὐτῆς τῆς ἀληθείας τὴν πρὸς ἡμᾶς διάθεσιν ἀπολαμβάνεις, ὦ πάτερ, ζήσομεν, οὐδʼ οὕτως μὲν εὐτυχῶς· δεινὸν γὰρ τῶν μεγάλων κακῶν καὶ ψευδὴς αἰτία. παρούσης δέ τινος ὀρρωδίας σὺ μὲν ἐν τῇ κατὰ σαυτὸν εὐσεβείᾳ μένε, δώσομεν δὲ λόγον ἡμεῖς ἑαυτοῖς. οὐχ οὕτως ὁ βίος ἡμῖν τίμιος, ὡς ἔχειν αὐτὸν ἐπʼ ἀδικίᾳ τοῦ δεδωκότος.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
