# Jewish Antiquities 117-2-123

Flavius Josephus, Jewish Antiquities, 117 to 123. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/117-2

παῖδας ἐχθρῶν ἔρως τοῦ πρὸς ὑμᾶς πολέμου λάβοι καὶ θρασυνθεῖεν ὥστε εἰς ὅπλα καὶ τὰς ὑμετέρας χεῖρας ἐλθεῖν· οὐ γὰρ ἂν ὑποστρέψειέ τις νικηφόρος οὐδʼ ὥστε παῖδας εὐφρᾶναι καὶ γυναῖκας. τοσοῦτον ὑμῖν ἀνδρείας τὸ περιὸν ἐκ θεοῦ προνοίας ἀνῄρηται, ᾧ καὶ τὰ περιττὰ μειοῦν ἰσχὺς καὶ τὰ λείποντα διδόναι. Καὶ ὁ μὲν τοιαῦτα ἐπεθείαζεν οὐκ ὢν ἐν ἑαυτῷ τῷ δὲ θείῳ πνεύματι πρὸς αὐτὰ νενικημένος. τοῦ δὲ Βαλάκου δυσχεραίνοντος καὶ παραβαίνειν αὐτὸν τὰς συνθήκας ἐφʼ αἷς αὐτὸν ἀντὶ μεγάλων λάβοι δωρεῶν παρὰ τῶν συμμάχων ἐπικαλοῦντος, ἐλθόντα γὰρ ἐπὶ κατάρᾳ τῶν πολεμίων ὑμνεῖν αὐτοὺς ἐκείνους καὶ μακαριωτάτους ἀποφαίνειν ἀνθρώπων, ὦ Βάλακε, φησί, περὶ τῶν ὅλων λογίζῃ καὶ δοκεῖς ἐφʼ ἡμῖν εἶναί τι περὶ τῶν τοιούτων σιγᾶν ἢ λέγειν, ὅταν ἡμᾶς τὸ τοῦ θεοῦ λάβῃ πνεῦμα; φωνὰς γὰρ ἃς βούλεται τοῦτο καὶ λόγους οὐδὲν ἡμῶν εἰδότων ἀφίησιν. ἐγὼ δὲ μέμνημαι μὲν ὧντε καὶ σὺ καὶ Μαδιηνῖται δεηθέντες ἐνταυθοῖ με προθύμως ἠγάγετε καὶ διʼ ἃ τὴν ἄφιξιν ἐποιησάμην, ἦν τέ μοι διʼ εὐχῆς μηδὲν ἀδικῆσαί σου τὴν ἐπιθυμίαν. κρείττων δὲ ὁ θεὸς ὧν ἐγὼ χαρίζεσθαι διεγνώκειν· καὶ παντελῶς ἀσθενεῖς οἱ προγινώσκειν περὶ τῶν ἀνθρωπίνων παρʼ ἑαυτῶν ὑπολαμβάνοντες, ὡς μὴ ταῦθʼ ἅπερ ὑπαγορεύει τὸ θεῖον λέγειν, βιάζεσθαι δὲ τὴν ἐκείνου βούλησιν· οὐδὲν γὰρ ἐν ἡμῖν ἔτι φθάσαντος εἰσελθεῖν ἐκείνου ἡμέτερον. ἔγωγʼ οὖν τὸν στρατὸν τοῦτον οὔτʼ ἐπαινέσαι προεθέμην οὔτʼ ἐφʼ οἷς τὸ γένος αὐτῶν ὁ θεὸς ἀγαθοῖς ἐμηχανήσατο διελθεῖν, ἀλλʼ εὐμενὴς αὐτοῖς οὗτος ὢν καὶ σπεύδων αὐτοῖς εὐδαίμονα βίον καὶ κλέος αἰώνιον παρασχεῖν ἐμοὶ τοιούτων ἀπαγγελίαν λόγων ὑπέθετο. νῦν δέ, χαρίζεσθαί τε γὰρ αὐτῷ σοὶ διὰ σπουδῆς ἐστί μοι καὶ Μαδιηνίταις, ὧν ἀπώσασθαί μοι τὴν ἀξίωσιν οὐκ εὐπρεπές, φέρε βωμούς τε ἑτέρους αὖθις ἐγείρωμεν καὶ θυσίας ταῖς πρὶν παραπλησίας ἐπιτελέσωμεν, εἰ πεῖσαι τὸν θεὸν δυνηθείην ἐπιτρέψαι μοι τοὺς ἀνθρώπους ἀραῖς ἐνδῆσαι.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
