# Jewish Antiquities 117-122

Flavius Josephus, Jewish Antiquities, 117 to 122. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/117

λεπίδες δʼ αὐτοῖς ἦσαν ἐπικεχαλκευμέναι πανταχόθεν χρυσαῖ διά τε τῶν ἔνδοθεν καὶ τῶν ἐκτὸς μερῶν. δύο δʼ αὐτῶν ἑκάστῳ προσῆσαν στρόφιγγες ἐλαυνόμενοι κατὰ δύο βάσεων· αὗται δʼ ἀργυραῖ μὲν ἦσαν, πυλὶς δʼ ἑκατέρᾳ τούτων προσῆν δεχομένη τὴν στρόφιγγα. τοῦ δὲ κατὰ δύσιν τοίχου κίονες μὲν ἓξ ἦσαν, συνῄεσαν δʼ ἀλλήλοις ἀκριβῶς ἅπαντες, ὥστε μεμυκότων τῶν ἁρμῶν ὡς ἕνα δοκεῖν εἶναι τοῖχον αὐτῶν τὴν συνέλευσιν χρύσειον τά τε ἔνδοθεν καὶ τὰ ἐκτός· ἀνηλόγει γὰρ ὁ τῶν κιόνων ἀριθμός· εἴκοσι γὰρ ἦσαν καὶ παρεῖχε πλάτος τρίτον σπιθαμῆς ἕκαστος αὐτῶν, ὥστε συμπληροῦσθαι τοὺς τριάκοντα πήχεις ὑπʼ αὐτῶν· κατὰ δὲ τὸν ὄπισθεν τοῖχον, ἐννέα γὰρ πήχεις οἱ ἓξ κίονες παρέχονται συνελθόντες, δύʼ ἑτέρους ποιοῦνται κίονας ἐκ πήχεως τετμημένους, οὓς ἐγγωνίους ἔθεσαν ἐπʼ ἴσης τοῖς μείζοσιν ἠσκημένους. ἕκαστος δὲ τῶν κιόνων κρίκον εἶχε χρύσεον κατὰ τὸ ἔξω μέτωπον προσφυὴς ὥσπερ ῥίζαις τισὶν ἐμπεπλεγμένος κατὰ στίχον πρὸς ἀλλήλους τετραμμένοι τὴν περιφέρειαν, καὶ διʼ αὐτῶν ἐπίχρυσοι σκυταλίδες ἐλαυνόμεναι πέντε πήχεων ἑκάστη τὸ μέγεθος σύνδεσμος ἦσαν τῶν κιόνων, ἐμβαινούσης κατὰ κεφαλὴν σκυταλίδος ἑκάστης τῇ ἑτέρᾳ τεχνητῷ στρόφιγγι κοχλίου τρόπον δεδημιουργημένῳ. κατὰ δὲ τὸν ὄπισθεν τοῖχον μία φάλαγξ ἦν διὰ πάντων ἰοῦσα τῶν κιόνων, εἰς ἣν ἐνέβαινον πλάγιαι αἱ τελευταῖαι τῶν σκυταλίδων ἐξ ἑκατέρου τοίχου τῶν ἐπιμηκεστέρων καὶ κρατεῖσθαι συνέβαινεν αὐταῖς γιγλύμοις τῷ θήλει τοῦ ἄρρενος συνελθόντος. τοῦτο μέντοι πρὸς τὸ μήθʼ ὑπὸ ἀνέμων κραδαίνεσθαι μήτʼ ἄλλης αἰτίας τὴν σκηνὴν συνεῖχεν, ἀλλʼ ἀκίνητον αὐτὴν ἐν ἠρεμίᾳ πολλῇ διαφυλάξειν ἔμελλεν. Ἐντὸς δὲ διελὼν τὸ μῆκος αὐτῆς εἰς τρία μέρη μετὰ δέκα πήχεας ἡρμοσμένους ἐκ τοῦ μυχοῦ τέσσαρας ἵστησι κίονας ὁμοίως τοῖς ἄλλοις εἰργασμένους καὶ βάσεσιν ὁμοίαις ἐπικειμένους διαλείποντας ἀλλήλων κατʼ ὀλίγον. τὸ δʼ ἐνδοτέρω αὐτῶν ἄδυτον ἦν, τὸ δὲ λοιπὸν ἡ σκηνὴ τοῖς ἱερεῦσιν ἀνεῖτο.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
