# Jewish Antiquities 126-3-132

Flavius Josephus, Jewish Antiquities, 126 to 132. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/126-3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/126-3
CTS URN: urn:cts:greekLit:tlg0526.tlg001:126-3-132

οὕτως οὖν ἐχόντων ἐπῆγεν ὁ βασιλεὺς λόγῳ τε πείθων τοὺς ἡγεμόνας καὶ πειρώμενος ἀναλαμβάνειν αὐτῶν πεπτωκότα τὰ φρονήματα. προδιακινήσας δὲ καὶ παραθαρρύνας τινὰς τῶν ἀμεινόνων ἐτόλμησεν ἤδη καὶ τῷ πλήθει διαλέγεσθαι πρότερον ὀκνῶν αὐτό, μὴ καὶ χαλεπῷ χρήσηται διὰ τὰς ἀτυχίας. παρεκάλει δὲ τοιούτους ποιούμενος εἰς τὸν ὄχλον τοὺς λόγους· οὐκ ἀγνοῶ μὲν, ἄνδρες, ὅτι πολλὰ παρὰ τόνδε τὸν καιρὸν γεγένηται πρὸς τὰς πράξεις ἡμῖν ἐναντιώματα, καὶ θαρρεῖν εἰκὸς ἐν τοῖς τοιούτοις οὐδὲ τοὺς πλεῖστον ἀνδραγαθίᾳ διενηνοχότας. ἀλλʼ ἐπειδὴ κατεπείγει τε πολεμεῖν καὶ τῶν γεγονότων οὐδέν ἐστιν τοιοῦτον, ὃ μὴ διʼ ἑνὸς ἔργου καλῶς πραχθέντος ἐπανορθώσεται, παρακαλέσαι προειλόμην ὑμᾶς ἅμα καὶ διδάξαι διʼ ὧν ἂν ἐμμείναιτε τοῖς οἰκείοις φρονήμασιν. βούλομαι δὲ πρῶτον μὲν ὑπὲρ τοῦ πολεμεῖν ὡς δικαίως αὐτὸ ποιοῦμεν ἐπιδεῖξαι, διὰ τὴν ὕβριν τῶν ἐναντίων ἠναγκασμένοι· μέγιστον γὰρ εἰ μάθοιτε τοῦτο προθυμίας ὑμῖν αἴτιον ἔσται· μετὰ δὲ τοῦτο δεῖξαι, διότι καὶ τῶν ἐν ἡμῖν δεινὸν οὐδέν ἐστιν καὶ πλείστας εἰς τὸ νικᾶν ἔχομεν τὰς ἐλπίδας. ἄρξομαι δʼ ἀπὸ τοῦ πρώτου μάρτυρας ὑμᾶς ποιούμενος ὧν λέγω· τὴν γὰρ τῶν Ἀράβων παρανομίαν ἴστε μὲν δήπου καὶ πρὸς τοὺς ἄλλους ἅπαντας οὕτως ἀπίστως διακειμένων, ὡς εἰκὸς ἔχειν τὸ βάρβαρον καὶ ἀνεννόητον θεοῦ, πλεῖστα μέντοι προσέκρουσαν ἡμῖν πλεονεξίᾳ καὶ φθόνῳ καὶ ταῖς ταραχαῖς ἐφεδρεύοντες ἐξ ὑπογύου. καὶ τὰ μὲν πολλὰ τί δεῖ λέγειν; ἀλλὰ κινδυνεύοντας αὐτοὺς τῆς οἰκείας ἀρχῆς ἐκπεσεῖν καὶ δουλεύειν Κλεοπάτρᾳ τίνες ἄλλοι τοῦ δέους ἀπήλλαξαν; ἡ γὰρ ἐμὴ πρὸς Ἀντώνιον φιλία κἀκείνου πρὸς ἡμᾶς διάθεσις αἰτία γεγένηται μηδὲ τούτους ἀνήκεστόν τι παθεῖν, φυλαττομένου τἀνδρὸς μηδὲν ἐπιτηδεύειν, ὃ δύναιτʼ ἂν ὕποπτον ἡμῖν γενέσθαι. βουληθέντος δὲ ὅμως Κλεοπάτρᾳ μέρη τινὰ παρασχεῖν ἀφʼ ἑκατέρας τῆς ἀρχῆς, καὶ τοῦτο διῳκησάμην ἐγώ, καὶ πολλὰ δῶρα δοὺς ἰδίᾳ τὸ μὲν ἀσφαλὲς ἀμφοτέροις ἐπορισάμην, τὰς δὲ δαπάνας αὐτὸς ἀνέλαβον, διακόσια μὲν δοὺς τάλαντα, διακοσίων δʼ ἐγγυητὴς γενόμενος, ἃ τῇ μὲν προσοδευομένῃ γέγονεν, αὐτοὶ δʼ ὑπὸ τούτων ἀπεστερήμεθα.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
