# Jewish Antiquities 129-2-135

Flavius Josephus, Jewish Antiquities, 129 to 135. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/129-2

τιμωρίαν τε αὐτοὺς ὑφέξειν ἠπείλουν οὐ λανθάνοντας τὸν θεὸν οὐδʼ ἀποδράντας μετὰ τῆς κλοπῆς, εἰ καὶ τὸν διακονούμενον οἰκέτην διέλαθον. πυνθάνεσθαί τε νῦν, τί παρόντες εἴημεν, ὡς οὐκ εἰδότας· γνώσεσθαι μέντοι κολαζομένους αὐτίκα. καὶ ταῦτα καὶ πέρα τούτων ὁ οἰκέτης εἰς αὐτοὺς λέγων ἐνύβριζεν. οἱ δὲ ὑπὸ ἀγνοίας τῶν περὶ αὐτοὺς ἐχλεύαζον ἐπὶ τοῖς λεγομένοις καὶ τῆς κουφολογίας τὸν οἰκέτην ἐθαύμαζον τολμῶντα αἰτίαν ἐπιφέρειν ἀνδράσιν, οἳ μηδὲ τὴν τοῦ σίτου τιμὴν ἐν τοῖς σακκίοις αὐτῶν εὑρεθεῖσαν κατέσχον, ἀλλʼ ἐκόμισαν μηδενὸς εἰδότος τὸ πραχθέν· τοσοῦτον ἀποδεῖν τοῦ γνώμῃ κακουργῆσαι. τῆς μέντοι γε ἀρνήσεως ἀξιοπιστοτέραν ὑπολαβόντες τὴν ἔρευναν ἐκέλευον ταύτῃ χρῆσθαι κἂν εὑρεθῇ τις ὑφῃρημένος ἅπαντας κολάζειν· οὐδὲν γὰρ αὑτοῖς συνειδότες ἦγον παρρησίαν, ὡς ἐδόκουν, ἀκίνδυνον. ὁ δὲ τὴν ἔρευναν μὲν ἠξίωσε ποιήσασθαι, τὴν μέντοι τιμωρίαν ἑνὸς ἔφασκεν εἶναι τοῦ τὴν κλοπὴν εὑρεθέντος πεποιημένου. τὴν δὲ ζήτησιν ποιούμενοι καὶ πάντας τοὺς ἄλλους ἐκπεριελθόντες κατὰ τὴν ἔρευναν ἐπὶ τὸν τελευταῖον Βενιαμὶν ἧκον οὐκ ἀγνοοῦντες, ὅτι εἰς τὸ ἐκείνου σακκίον τὸν σκύφον εἶεν ἀποκεκρυφότες, ἀλλʼ ἀκριβῆ τὴν ζήτησιν βουλόμενοι ποιεῖσθαι δοκεῖν. οἱ μὲν οὖν ἄλλοι τοῦ κατʼ αὐτοὺς ἀπηλλαγμένοι δέους ἐν τῇ περὶ τὸν Βενιαμὶν φροντίδι τὸ λοιπὸν ἦσαν, ἐθάρρουν δʼ ὡς οὐδʼ ἐν ἐκείνῳ τῆς κακουργίας εὑρεθησομένης ἐκάκιζόν τε τοὺς ἐπιδιώξαντας ὡς ἐμποδίσαντας αὐτοῖς τὴν ὁδὸν δυναμένοις ἤδη προκεκοφέναι. ὡς δὲ τὸ τοῦ Βενιαμὶν φορτίον ἐρευνῶντες λαμβάνουσι τὸν σκύφον εἰς οἰμωγὰς καὶ θρήνους εὐθὺς ἐτράπησαν καὶ τὰς στολὰς ἐπικαταρρήξαντες ἔκλαιόν τε τὸν ἀδελφὸν ἐπὶ τῇ μελλούσῃ κολάσει τῆς κλοπῆς αὐτούς τε διαψευσομένους τὸν πατέρα περὶ τῆς Βενιαμὶν σωτηρίας. ἐπέτεινε δὲ τὸ δεινὸν αὐτοῖς καὶ τὸ δόξαντας ἤδη διαφυγεῖν τὰ σκυθρωπὰ διαφθονηθῆναι, τῶν δὲ περὶ τὸν ἀδελφὸν κακῶν καὶ τῆς τοῦ πατρὸς ἐπʼ αὐτῷ λύπης ἐσομένους αὑτοὺς αἰτίους ἔλεγον βιασαμένους ἄκοντα τὸν πατέρα συναποστεῖλαι.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
